Δαυίδ και Γολιάθ Βασιλειών Α'~ Κεφάλαιο 171 Καὶ συνάγουσιν ἀλλόφυλοι τὰς παρεμβολὰς αὐτῶν εἰς πόλεμον καὶ συνάγονται εἰς Σοκχὼθ τῆς ᾿Ιουδαίας καὶ παρεμβάλλουσιν ἀνὰ μέσον Σοκχὼθ καὶ ἀνὰ μέσον ᾿ Αζηκὰ ᾿Εφερμέμ. 2 καὶ Σαοὺλ καὶ οἱ ἄνδρες ᾿Ισραὴλ συνάγονται καὶ παρεμβάλλουσιν ἐν τῇ κοιλάδι αὐτοὶ καὶ παρατάσσονται εἰς πόλεμον ἐξεναντίας τῶν ἀλλοφύλων. 3 καὶ ἀλλόφυλοι ἵστανται ἐπὶ τοῦ ὄρους ἐνταῦθα, καὶ ᾿Ισραὴλ ἵσταται ἐπὶ τοῦ ὄρους ἐνταῦθα, καὶ ὁ αὐλὼν ἀνὰ μέσον αὐτῶν. 4 καὶ ἐξῆλθεν ἀνὴρ δυνατὸς ἐκ τῆς παρατάξεως τῶν ἀλλοφύλων Γολιὰθ ὄνομα αὐτῶν ἐκ Γέθ, ὕψος αὐτοῦ τεσσάρων πήχεων καὶ σπιθαμῆς· 5 καὶ περικεφαλαία ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ θώρακα ἁλυσιδωτὸν αὐτὸς ἐνδεδυκώς, καὶ ὁ σταθμὸς τοῦ θώρακος αὐτοῦ πέντε χιλιάδες σίκλων χαλκοῦ καὶ σιδήρου· 6 καὶ κνημῖδες χαλκαῖ ἐπὶ τῶν σκελῶν αὐτοῦ, καὶ ἀσπὶς χαλκῆ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ· 7 καὶ ὁ κοντὸς τοῦ δόρατος αὐτοῦ ὡσεὶ μέσακλον ὑφαινόντων, καὶ ἡ λόγχη αὐτοῦ ἑξακοσίων σίκλων σιδήρου· καὶ ὁ αἴρων τὰ ὅπλα αὐτοῦ προεπορεύετο αὐτοῦ. 8 καὶ ἔστη καὶ ἀνεβόησεν εἰς τὴν παράταξιν ᾿Ισραὴλ καὶ εἶπεν αὐτοῖς· τί ἐκπορεύεσθε παρατάξασθαι πολέμῳ ἐξεναντίας ἡμῶν; οὐκ ἐγώ εἰμι ἀλλόφυλος καὶ ὑμεῖς ῾Εβραῖοι τοῦ Σαούλ; ἐκλέξασθε ἑαυτοῖς ἄνδρα καὶ καταβήτω πρός με, 9 καὶ ἐὰν δυνηθῇ πολεμῆσαι πρός με καὶ ἐὰν πατάξῃ με, καὶ ἐσόμεθα ὑμῖν εἰς δούλους· ἐὰν δὲ ἐγὼ δυνηθῶ καὶ πατάξω αὐτόν, ἔσεσθε ἡμῖν εἰς δούλους καὶ δουλεύσετε ἡμῖν. 10 καὶ εἶπεν ὁ ἀλλόφυλος· ἰδοὺ ἐγὼ ὠνείδισα τὴν παράταξιν ᾿Ισραὴλ σήμερον ἐν τῇ ἡμέρᾳ ταύτῃ· δότε μοι ἄνδρα, καὶ μονομαχήσομεν ἀμφότεροι. 11 καὶ ἤκουσε Σαοὺλ καὶ πᾶς ᾿Ισραὴλ τὰ ρήματα τοῦ ἀλλοφύλου ταῦτα καὶ ἐξέστησαν καὶ ἐφοβήθησαν σφόδρα. 12 [Καὶ εἶπε Δαυὶδ υἱὸς ἀνθρώπου ᾿Εφραθαίου· οὗτος ἐκ Βηθλεὲμ ᾿Ιούδα, καὶ ὄνομα αὐτῷ ᾿Ιεσσαί, καὶ αὐτῷ ὀκτῲ υἱοί· καὶ ὁ ἀνὴρ ἐν ταῖς ἡμέραις Σαοὺλ πρεσβύτερος ἐληλυθὼς ἐν ἀνδράσι. 13 καὶ ἐπορεύθησαν οἱ τρεῖς υἱοὶ ᾿Ιεσσαὶ οἱ μείζονες ὀπίσω Σαοὺλ εἰς πόλεμον, καὶ ὄνομα τῶν υἱῶν αὐτοῦ τῶν πορευθέντων εἰς τὸν πόλεμον, ᾿Ελιὰβ ὁ πρωτότοκος αὐτοῦ καὶ ὁ δεύτερος αὐτοῦ ᾿ Αμιναδὰβ καὶ ὁ τρίτος αὐτοῦ Σαμμά. 14 καὶ Δαυὶδ αὐτός ἐστιν ὁ νεώτερος καὶ οἱ τρεῖς οἱ μείζονες ἐπορεύθησαν ὀπίσω Σαούλ. 15 Καὶ Δαυὶδ ἀπῆλθε καὶ ἀνέστρεψεν ἀπὸ τοῦ Σαούλ, ποιμαίνων τὰ πρόβατα τοῦ πατρὸς αὐτοῦ ἐν Βηθλεέμ. 16 καὶ προῆγεν ὁ ἀλλόφυλος ὀρθρίζων καὶ ὀψίζων καὶ ἐστηλώθη τεσσαράκοντα ἡμέρας. 17 καὶ εἶπεν ᾿Ιεσσαὶ πρὸς Δαυίδ· λαβὲ δὴ τοῖς ἀδελφοῖς σου οἰφὶ τοῦ ἀλφίτου καὶ δέκα ἄρτους τούτους καὶ διάδραμε εἰς τὴν παρεμβολὴν καὶ δὸς τοῖς ἀδελφοῖς σου, 18 καὶ τὰς δέκα τρυφαλίδας τοῦ γάλακτος τούτου εἰσοίσεις τῷ χιλιάρχῳ, καὶ τοὺς ἀδελφούς σου ἐπισκέψῃ εἰς εἰρήνην, καὶ ὅσα ἂν χρῄζωσι γνώσῃ. 19 καὶ Σαοὺλ αὐτὸς καὶ πᾶς ἀνὴρ ᾿Ισραὴλ ἐν τῇ κοιλάδι τῆς δρυὸς πολεμοῦντες μετὰ τῶν ἀλλοφύλων. 20 καὶ ὤρθρισε Δαυὶδ τὸ πρωΐ, καὶ ἀφῆκε τὰ πρόβατα φύλακι, καὶ ἔλαβε καὶ ἀπῆλθε, καθὰ ἐνετείλατο αὐτῷ ᾿Ιεσσαί· καὶ ἦλθεν εἰς τὴν στρογγύλωσιν καὶ δύναμιν τὴν ἐκπορευομένην εἰς τὴν παράταξιν· καὶ ἠλάλαξαν ἐν τῷ πολέμῳ. 21 καὶ παρετάξαντο ᾿Ισραὴλ καὶ οἱ ἀλλόφυλοι παράταξιν ἐξεναντίας παρατάξεως. 22 καὶ ἀφῆκε Δαυὶδ τὰ σκεύη αὐτοῦ ἀφ΄ ἑαυτοῦ ἐπὶ χεῖρα φύλακος καὶ ἔδραμεν εἰς τὴν παράταξιν καὶ ἦλθε καὶ ἠρώτησε τοὺς ἀδελφοὺς αὐτοῦ εἰς εἰρήνην. 23 καὶ αὐτοῦ λαλοῦντος μετ΄ αὐτῶν, ἰδοὺ ἀνὴρ ὁ μεσαῖος ἀνέβαινε, Γολιὰθ ὁ Φιλισταῖος ὄνομα αὐτῷ ἐκ Γέθ, ἐκ τῶν παρατάξεων τῶν ἀλλοφύλων, καὶ ἐλάλησε κατὰ τὰ ρήματα ταῦτα καὶ ἤκουσε Δαυίδ. 24 Καὶ πᾶς ἀνὴρ ᾿Ισραὴλ ἐν τῷ ἰδεῖν αὐτοὺς τὸν ἄνδρα, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ καὶ ἐφοβήθησαν σφόδρα. 25 καὶ εἶπεν ἀνὴρ ᾿Ισραήλ· εἰ ἑωράκατε τὸν ἄνδρα τὸν ἀναβαίνοντα τοῦτον, ὅτι ὀνειδῖσαι τὸν ᾿Ισραὴλ ἀνέβη; καὶ ἔσται ἀνήρ, ὃς ἂν πατάξῃ αὐτόν, πλουτίσει αὐτὸν ὁ βασιλεὺς πλοῦτον μέγαν καὶ τὴν θυγατέρα αὐτοῦ δώσει αὐτῷ καὶ τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ ποιήσει ἐλεύθερον ἐν τῷ ᾿Ισραήλ. 26 καὶ εἶπε Δαυὶδ πρὸς τοὺς ἄνδρας τοὺς συνεστηκότας μετ΄ αὐτοῦ λέγων· ἢ ποιηθήσεται τῷ ἀνδρί, ὃς ἂν πατάξει τὸν ἀλλόφυλον ἐκεῖνον, καὶ ἀφελεῖ ὀνειδισμὸν ἀπὸ ᾿Ισραήλ; ὅτι τίς ἀλλόφυλος ὁ ἀπερίτμητος αὐτός, ὅτι ὠνείδισε παράταξιν Θεοῦ ζῶντος; 27 καὶ εἶπεν αὐτῷ ὁ λαὸς κατὰ τὸ ρῆμα τοῦτο λέγων· οὕτως ποιηθήσεται τῷ ἀνδρί, ὃς ἂν πατάξει αὐτόν. 28 καὶ ἤκουσεν ᾿Ελιὰβ ὁ ἀδελφὸς αὐτοῦ ὁ μείζων ἐν τῷ λαλεῖν αὐτὸν πρὸς τοὺς ἄνδρας καὶ ὠργίσθη θυμῷ ᾿Ελιὰβ ἐν τῷ Δαυὶδ καὶ εἶπεν· ἱνατί τοῦτο κατέβης καὶ ἐπὶ τίνα ἀφῆκας τὰ μικρὰ πρόβατα ἐκεῖνα ἐν τῇ ἐρήμῳ; ἐγὼ οἶδα τὴν ὑπερηφανίαν σου καὶ τὴν κακίαν τῆς καρδίας σου, ὅτι ἕνεκεν τοῦ ἰδεῖν τὸν πόλεμον κατέβης. 29 καὶ εἶπε Δαυίδ· τί ἐποίησα νῦν; οὐχί ρῆμά ἐστι; 30 καὶ ἐπέστρεψε παρ΄ αὐτοῦ εἰς ἐναντίον ἑτέρου καὶ εἶπε κατὰ τὸ ρῆμα τοῦτο, καὶ ἀπεκρίθη αὐτῷ ὁ λαὸς κατὰ τὸ ρῆμα τοῦ πρώτου. 31 καὶ ἠκούσθησαν οἱ λόγοι, οὓς ἐλάλησε Δαυίδ, καὶ ἀνηγγέλησαν ὀπίσω Σαοὺλ καὶ παρέλαβεν αὐτόν.] 32 Καὶ εἶπε Δαυὶδ πρὸς Σαούλ· μὴ δὴ συμπεσέτω καρδία τοῦ Κυρίου μου ἐπ΄ αὐτόν· ὁ δοῦλός σου πορεύσεται καὶ πολεμήσει μετὰ τοῦ ἀλλοφύλου τούτου. 33 καὶ εἶπε Σαοὺλ πρὸς τὸν Δαυὶδ· οὐ μὴ δυνήσῃ πορευθῆναι πρὸς τὸν ἀλλόφυλον τοῦ πολεμεῖν μετ΄ αὐτοῦ, ὅτι παιδάριον εἶ σύ, καὶ αὐτὸς ἀνὴρ πολεμιστὴς ἐκ νεότητος αὐτοῦ. 34 καὶ εἶπε Δαυὶδ πρὸς Σαούλ· ποιμαίνων ἦν ὁ δοῦλός σου τῷ πατρὶ αὐτοῦ ἐν τῷ ποιμνίῳ, καὶ ὅταν ἤρχετο ὁ λέων καὶ ἡ ἄρκος καὶ ἐλάμβανε πρόβατον ἐκ τῆς ἀγέλης, 35 καὶ ἐξεπορευόμην ὀπίσω αὐτοῦ καὶ ἐπάταξα αὐτὸν καὶ ἐξέσπασα ἐκ τοῦ στόματος αὐτοῦ, καὶ εἰ ἐπανίστατο ἐπ΄ ἐμέ, καὶ ἐκράτησα τοῦ φάρυγγος αὐτοῦ καὶ ἐπάταξα καὶ ἐθανάτωσα αὐτόν. 36 καὶ τὸν λέοντα καὶ τὴν ἄρκον ἔτυπτεν ὁ δοῦλός σου, καὶ ἔσται ὁ ἀλλόφυλος ὁ ἀπερίτμητος ὡς ἓν τούτων· οὐχὶ πορεύσομαι καὶ πατάξω αὐτόν, καὶ ἀφελῶ σήμερον ὄνειδος ἐξ ᾿Ισραήλ; διότι τίς ὁ ἀπερίτμητος οὗτος, ὃς ὠνείδισε παράταξιν Θεοῦ ζῶντος; 37 Κύριος, ὃς ἐξείλατό με ἐκ χειρὸς τοῦ λέοντος καὶ ἐκ χειρὸς τῆς ἄρκου, αὐτὸς ἐξελεῖταί με ἐκ χειρὸς τοῦ ἀλλοφύλου τοῦ ἀπεριτμήτου τούτου. καὶ εἶπε Σαοὺλ πρὸς Δαυίδ· πορεύου, καὶ ἔσται Κύριος μετὰ σοῦ. 38 καὶ ἐνέδυσε Σαοὺλ τὸν Δαυὶδ μανδύαν καὶ περικεφαλαίαν χαλκῆν περὶ τὴν κεφαλήν αὐτοῦ 39 καὶ ἔζωσε τὸν Δαυὶδ τὴν ρομφαίαν αὐτοῦ ἐπάνω τοῦ μανδύου αὐτοῦ. καὶ ἐκοπίασε περιπατήσας ἅπαξ καὶ δίς· καὶ εἶπε Δαυὶδ πρὸς Σαούλ· οὐ μὴ δύνωμαι πορευθῆναι ἐν τούτοις, ὅτι οὐ πεπείραμαι. καὶ ἀφαιροῦσιν αὐτὰ ἀπ΄ αὐτοῦ. 40 καὶ ἔλαβε τὴν βακτηρίαν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐξελέξατο ἑαυτῷ πέντε λίθους λείους ἐκ τοῦ χειμάρρου καὶ ἔθετο αὐτοὺς ἐν τῷ καδίῳ τῷ ποιμαινικῷ τῷ ὄντι αὐτῷ εἰς συλλογὴ καὶ σφενδόνην αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ προσῆλθε πρὸς τὸν ἄνδρα τὸν ἀλλόφυλον. 41 [Καὶ ἐπορεύθη ὁ ἀλλόφυλος πορευόμενος καὶ ἐγγίζων πρὸς Δαυίδ, καὶ ἀνὴρ ὁ αἴρων τὸν θυρεὸν ἔμπροσθεν αὐτοῦ, καὶ ἐπέβλεψεν ὁ ἀλλόφυλος] 42 καὶ εἶδε Γολιὰθ τὸν Δαυὶδ καὶ ἐξητίμασεν αὐτόν, ὅτι αὐτὸς ἦν παιδάριον καὶ αὐτὸς πυρράκης μετὰ κάλλους ὀφθαλμῶν. 43 καὶ εἶπεν ὁ ἀλλόφυλος πρὸς Δαυίδ· ὡσεὶ κύων ἐγώ εἰμι, ὅτι σὺ ἔρχῃ ἐπ΄ ἐμὲ ἐν ράβδῳ καὶ λίθοις; καὶ εἶπε Δαυίδ· οὐχί, ἀλλ΄ ἢ χείρων κυνός. καὶ κατηράσατο ὁ ἀλλόφυλος τὸν Δαυὶδ ἐν τοῖς θεοῖς αὐτοῦ. 44 καὶ εἶπεν ὁ ἀλλόφυλος πρὸς Δαυίδ· δεῦρο πρός με, καὶ δώσω τὰς σάρκας σου τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς κτήνεσι τῆς γῆς. 45 καὶ εἶπε Δαυὶδ πρὸς τὸν ἀλλόφυλον· σὺ ἔρχῃ πρός με ἐν ρομφαίᾳ καὶ ἐν δόρατι καὶ ἐν ἀσπίδι, κἀγὼ πορεύομαι πρός σε ἐν ὀνόματι Κυρίου Θεοῦ Σαβαὼθ παρατάξεως ᾿Ισραήλ, ἣν ὠνείδισας σήμερον· 46 καὶ ἀποκλείσει σε Κύριος σήμερον εἰς τὴν χεῖρά μου, καὶ ἀποκτενῶ σε καὶ ἀφελῶ τὴν κεφαλήν σου ἀπὸ σοῦ καὶ δώσω τὰ κῶλά σου καὶ τὰ κῶλα παρεμβολῆς ἀλλοφύλων ἐν ταύτῃ τῇ ἡμέρᾳ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ γνώσεται πᾶσα ἡ γῆ, ὅτι ἔστι Θεὸς ἐν ᾿Ισραήλ· 47 καὶ γνώσεται πᾶσα ἡ ἐκκλησία αὕτη ὅτι οὐκ ἐν ρομφαίᾳ καὶ δόρατι σῴζει Κύριος, ὅτι τοῦ Κυρίου ὁ πόλεμος, καὶ παραδώσει Κύριος ὑμᾶς εἰς χεῖρας ἡμῶν. 48 καὶ ἀνέστη ὁ ἀλλόφυλος καὶ ἐπορεύθη εἰς συνάντησιν Δαυίδ. 49 καὶ ἐξέτεινε Δαυὶδ τὴν χεῖρα αὐτοῦ εἰς τὸ κάδιον καὶ ἔλαβεν ἐκεῖθεν λίθον ἕνα καὶ ἐσφενδόνισε καὶ ἐπάταξε τὸν ἀλλόφυλον ἐπὶ τὸ μέτωπον αὐτοῦ, καὶ διέθυ ὁ λίθος διά τῆς περικεφαλαίας εἰς τὸ μέτωπον αὐτοῦ, καὶ ἔπεσεν ἐπί πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν. 50 [Καὶ ἐκραταίωσε Δαυὶδ ὑπὲρ τὸν ἀλλόφυλον ἐν τῇ σφενδόνῃ καὶ ἐν τῷ λίθῳ, καὶ ἐπάταξε τὸν ἀλλόφυλον καὶ ἐθανάτωσεν αὐτόν· καὶ ρομφαία οὐκ ἦν ἐν χειρὶ Δαυίδ.] 51 καὶ ἔδραμε Δαυὶδ καὶ ἐπέστη ἐπ΄ αὐτὸν καὶ ἔλαβε τὴν ρομφαίαν αὐτοῦ καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἀφεῖλε τὴν κεφαλήν αὐτοῦ. καὶ εἶδον οἱ ἀλλόφυλοι ὅτι τέθνηκεν ὁ δυνατὸς αὐτῶν, καὶ ἔφυγον. 52 καὶ ἀνίστανται ἄνδρες ᾿Ισραὴλ καὶ ᾿Ιούδα καὶ ἠλάλαξαν καὶ κατεδίωξαν ὀπίσω αὐτῶν ἕως εἰσόδου Γὲθ καὶ ἕως τῆς πύλης ᾿ Ασκάλωνος, καὶ ἔπεσον τραυματίαι τῶν ἀλλοφύλων ἐν τῇ ὁδῷ τῶν πυλῶν καὶ ἕως Γὲθ καὶ ἕως ᾿ Ακκαρών. 53 καὶ ἀνέστρεψαν ἄνδρες ᾿Ισραὴλ ἐκκλίνοντες ὀπίσω τῶν ἀλλοφύλων καὶ κατεπάτουν τὰς παρεμβολὰς αὐτῶν. 54 καὶ ἔλαβε Δαυὶδ τὴν κεφαλὴν τοῦ ἀλλοφύλου, καὶ ἤνεγκεν αὐτὴν εἰς ῾Ιερουσαλὴμ καὶ τὰ σκεύη αὐτοῦ ἔθηκεν ἐν τῷ σκηνώματι αὐτοῦ. 55 [Καὶ ὡς εἶδε Σαοὺλ τὸν Δαυὶδ ἐκπορευόμενον εἰς ἀπάντησιν τοῦ ἀλλοφύλου, εἶπε πρὸς ᾿ Αβεννὴρ τὸν ἄρχοντα τῆς δυνάμεως· Υἱὸς τίνος ὁ νεανίσκος οὗτος; καὶ εἶπεν ᾿ Αβεννήρ· ζῇ ἡ ψυχή σου, βασιλεῦ, εἰ οἶδα. 56 καὶ εἶπεν ὁ βασιλεύς· ἐπερώτησον σύ, υἱὸς τίνος ὁ νεανίσκος οὗτος. 57 καὶ ὡς ἐπέστρεψε Δαυὶδ τοῦ πατάξαι τὸν ἀλλόφυλον, καὶ παρέλαβεν αὐτὸν ᾿ Αβεννὴρ καὶ εἰσήγαγεν αὐτὸν ἐνώπιον Σαούλ, καὶ ἡ κεφαλὴ τοῦ ἀλλοφύλου ἐν τῇ χειρὶ αὐτοῦ. 58 καὶ εἶπε πρὸς αὐτὸν Σαούλ· υἱὸς τίνος εἶ, παιδάριον, καὶ εἶπε Δυαίδ· υἱὸς δούλου σου ᾿Ιεσσαὶ τοῦ Βηθλεεμείτου.]
Μετάφραση:
1. Οι Φιλισταίοι συνήθροισαν
τα στρατεύματα των προς
πόλεμον κατά των
Ισραηλιτών,
συνεκεντρώθησαν εις Σοκχώθ
της Ιουδαίας και εκεί
εστρατοπέδευσαν εις Εφερμέμ
μεταξύ της Σοκχώθ και της
Αζηκά. 2. Ο δε Σαούλ και οι
στρατιώται του Ισραήλ
συνεκεντρώθησαν και
εστρατοπέδευσαν εις την
κοιλάδα. Παρετάχθησαν δε
απέναντι από τους
Φιλισταίους, έτοιμοι δια την
μάχην. 3. Ετσι οι Φιλισταίοι
ευρίσκοντο εις την πλαγιάν
του ενός βουνού, οι δε
Ισραηλίται εις την πλαγιάν του
άλλου, μεταξύ δε αυτών
υπήρχεν η κοιλάς. 4. Από την παράταξιν των
Φιλισταίων εξήλθεν ενας ανήρ
ισχυρός ονομαζόμενος Γολιάθ,
καταγόμενος από την πόλιν
Γέθ, του οποίου το ύψος του
σώματος ήτο δυόμισυ περίπου
μέτρα. 5. Εις την κεφαλήν του έφερε
περικεψαλαίαν, εις δε το
στήθος του είχε φορέσει
αλυσιδωτόν θώρακα. Αυτός ο
θώραξ ήτο κατασκευασμένος
από σίδηρον και χαλκόν, το δε
βάρος του ήτο πενήντα
περίπου χιλιόγραμμα. 6. Εις τα πόδια του εφορούσε
χάλκινες περικνημίδες και στον
ώμον του έφερεν ασπίδα
χαλκίνην. 7. Ο κοντός του δόρατός του
ήτο χονδρός και μεγάλος
ωσάν το αντί του υφαντού. Η
σιδερένια λόγχη του εζύγιζεν
εξ και πλέον κιλά. Ο
οπλοφόρος του επροπορεύετο
από αυτόν. 8. Εσταμάτησε λοιπόν
αλαζονικός ο Γολιάθ και
εκραύγασε με φωνήν μεγάλην
στο στρατόπεδον των
Ισραηλιτών και είπε προς
αυτούς· “διατί εξήλθετε να
παραταχθήτε εναντίον μας;
Εγώ δεν είμαι Φιλισταίος και
σεις δεν είστε Εβραίοι με τον
βασιλέα Σαούλ; Εκλέξατε ένα
άνδρα, δια να αντιπαραταχθή
αυτός εναντίον μου. 9. Εάν αυτός τολμήση και
ημπορέση να μονομαχήση
μαζή μου και με καταβάλη,
ημείς οι Φιλισταίοι θα είμεθα
δούλοι δικοί σας. Εάν όμως
εγώ φανώ ισχυρότερος από
αυτόν και τον καταβάλω, σεις
θα είσθε δούλοι εις ημάς και
θα μας υπηρετήτε πάντοτε”. 10. Ο Φιλισταίος αυτός
προσέθεσεν ακόμη· “ιδού, εγώ
σήμερον υβρίζω και προκαλώ
την παράταξιν του Ισραήλ
κατά την ημέραν αυτήν.
Δώστε ένα άνδρα και να
μονομαχήσωμεν οι δύο μας”. 11. Ο Σαούλ και όλοι οι
Ισραηλίται ήκουσαν τα
αλαζονικά αυτά λόγια του
αλλοφύλλου, κατεπλάγησαν
και ετρόμαξαν πάρα πολύ. 12. Είπε τότε ο Δαυίδ, υιός
ανθρώπου Εφραθαίου· αυτός
κατήγετο από την Βηθλεέμ
της Ιουδαίας και ωνομάζετο
Ιεσσαί. Είχε δε οκτώ υιούς. Ο
άνθρωπος αυτός ο Ιεσσαί
κατά τας ημέρας του Σαούλ
ήτο ο γεροντότερος μεταξύ
των Ισραηλιτών. 13. Οι τρεις μεγαλύτεροι υιοί
του Ιεσσαί είχον μεταβή στον
πόλεμον, τον οποίον διεξήγεν
ο Σαούλ εναντίον των
Φιλισταίων. Τα ονόματα των
τριών αυτών παιδιών, οι
οποίοι είχον πορευθή στον
πόλεμον ήσαν· Ο πρωτοτόκος
Ελιάβ, ο δευτερότοκος
Αμιναδάβ και ο τρίτος Σαμμά. 14.ΟδεΔαυίδήτοο
νεώτερος από όλους. Οι τρεις
μεγαλύτεροι ηκολούθησαν τον
Σαούλ δια τον πόλεμον. 15. Ο Δαυίδ είχεν αναχωρήσει
από την βασιλικήν αυλήν του
Σαουλ, επέστρεψεν εις την
πατρίδα του την Βηθλεέμ,
όπου έβοσκε τα πρόβατα του
πατρός του. 16. Ο αλλόφυλος, αυτός ο
Φιλισταίος, προχωρούσε
εμπρός από το στράτευμα των
Φιλισταίων με στάσιν
προκλητικήν κάθε πρωί και
κάθε βράδυ. Τούτο διήρκει επί
τεσσαράκοντα ημέρας. 17. Είπε δε ο Ιεσσαί στον
Δαυίδ τον υιόν του· “πάρε ένα
οιφί (είκοσι περίπου κιλά)
χονδραλεσμένο σιτάρι η
κριθάρι και τους δέκα αυτούς
άρτους και πήγαινέ τα προς
τους αδελφούς σου, οι οποίοι
ευρίσκονται στον πόλεμον. 18. Επίσης πάρε και δέκα
κομμάτια τυρί, τα οποία θα
προσφέρης ως δώρον στον
χιλίαρχον. Να ιδής πως έχουν
οι αδελφοί σου και θα μάθης
αν χρειάζωνται τίποτε”. 19. Ο ίδιος ο Σαούλ και όλος ο
ισραηλιτικός στρατός
ευρίσκοντο εις την κοιλάδα
της δρυός, εις πόλεμον
εναντίον των Φιλισταίων. 20. Ο Δαυίδ εσηκώθη πολύ
πρωϊ, παρέδωκε προσωρινώς
τα πρόβατά του εις κάποιον
φύλακα, επήρε τα τρόφιμα και
ανεχώρησεν εις συνάντησιν
των αδελφών του, όπως τον
είχε διατάξει ο πατήρ του ο
Ιεσσαί. Ηλθεν στο οχύρωμα
την στιγμήν, κατά την οποίαν
μία στρατιωτική δύναμις
έβγαινε από το στρατόπεδον,
δια να παραταχθή εις μάχην
και εκραύγαζαν τας πολεμικάς
των ιαχάς. 21. Οι Ισραηλίται από το ένα
μέρος και οι Φιλισταίοι από το
άλλο παρετάχθησαν κατά
τμήματα δια τον πόλεμον. 22. Ο Δαυίδ αφήκε τας
αποσκευάς του εις ένα
φύλακα, δια να τας φυλάττη,
έτρεξεν εμπρός εις την
πρώτην γραμμήν. Και όταν
ήλθεν εκεί ηρώτησε τους
αδελφούς του τι κανούν, πως
έχουν. 23. Ενώ αυτός συνωμιλούσε
με τους αδελφούς του, ιδού ο
γίγας εκείνος εν τω μέσω των
στρατευμάτων Ισραηλιτών και
Φιλισταίων ενεφανίσθη και
ανέβαινε προκλητικώς. Ο
Φιλισταίος αυτός ωνομάζετο
Γολιάθ και κατήγετο από την
Γέθ, από το στρατόπεδον των
Φιλισταίων. Αυτός λοιπόν
ωμίλησεν υβριστικώς και
εμπαικτικώς, όπως συνήθως,
εναντίον των Ισραηλιτών. Ο
Δαυίδ ήκουσε τα αλαζονικά
εκείνα λόγια. 24. Ολοι οι Ισραηλίται όταν
είδαν τον Φιλισταίον αυτόν,
ετράπησαν εις φυγήν, διότι
εφοβήθησαν πάρα πολύ. 25. Καποιος Ισραηλίτης,
(κήρυξ ίσως του βασιλέως),
είπε· “είδατε αυτόν τον άνδρα
τον Φιλισταίον, ο οποίος
προχωρεί; Ερχεται δια να
προκαλέση τους Ισραηλίτας.
Εκείνος ο Ισραηλίτης ο οποίος
θα τον φονεύση, θα πάρη από
τον βασιλέα πολύν πλούτον
και την θυγατέρα του
βασιλέως θα την λάβη ως
σύζυγόν του. Ο δε βασιλεύς
θα απαλλάξη και την
οικογένειαν αυτού από κάθε
φορολογίαν”. 26. Ο Δαυίδ ηρώτησε τους
άνδρας, οι οποίοι ευρίσκοντο
εκεί κοντά του· “θα αμειφθή
λοιπόν ο άνδρας εκείνος, ο
οποίος θα καταβάλη τον
Φιλισταίον τούτον και θα
εξαλείψη έτσι την προσβολήν
του κατά του Ισραηλιτικού
λαου; Ποίος είναι αυτός ο
απερίτμητος Φιλισταίος, ο
οποίος υβρίζει τον στρατόν
του αληθινού και αιωνίου
Θεού;” 27. Οι εκεί γύρω άνθρωποι
απήντησαν στον Δαυίδ και του
είπον· “ναι, έτσι θα αμειφθή ο
άνδρας εκείνος, ο οποίος θα
νικήση και θα φονεύση τον
Γολιάθ”. 28. Ο Ελιάβ, ο μεγαλύτερος
αδελφός του Δαυίδ, ωργίσθη
εναντίον του Δαυίδ, όταν τον
είδε να συνομιλή με τους
ανθρώπους του στρατού και
είπεν εις αυτόν· “διατί ήλθες
εδώ, εις ποιόν αφήκες τα λίγα
πρόβατά μας εις την έρημον;
Εγώ ξέρω την υπερηφάνειάν
σου και την κακήν σου
καρδίαν. Εγκατέλειψες τα
πρόβατα και ήλθες εδώ, δια να
ιδής τον πόλεμον”. 29. Ο Δαυίδ απήντησε· “τι
έκαμα λοιπόν τώρα. Ενα
απλούν λόγον δεν είπα;” 30. Ο Δαυίδ απεμακρύνθη από
τον αδελφόν του δια να
ερωτήση άλλον, στον οποίον
και απηύθυνε τα ίδια λόγια.
Ολοι του απήντησαν, όπως
του είχαν απαντήσει και οι
πρώτοι. 31. Οι λόγοι, τους οποίους
αντήλλαξεν ο Δαυίδ με τους
ανθρώπους του λαού,
έφθασαν εις τα αυτιά του
βασιλέως. Ο βασιλεύς έστειλεν
ένά άνθρωπον και παρέλαβεν
αυτόν και τον ωδήγησε προς
τον Σαούλ. 32. Ο Δαυίδ είπε τότε προς
τον Σαούλ· “ας μη ταραχθή.
Και ας μη πτοηθή καθόλου η
καρδία του κυρίου μου, του
βασιλέως· εγώ ο δούλος σου
θα μεταβώ και θα πολεμήσω
εναντίον αυτού του
Φιλισταίου”. 33. Απήντησεν ο Σαουλ προς
τον Δαυίδ· “δεν είναι δυνατόν
να βαδίσης εναντίον του
Φιλισταίου αυτού και να
πολεμήσης αυτόν, διότι είσαι
μικρός κατά την ηλικίαν και το
σώμα, ενώ εκείνος είναι
πολεμιστής αξιόλογος από την
νεαράν του ηλικίαν”. 34. Ο Δαυίδ του απήντησε και
είπεν· “εγώ ο δούλος σου
ήμουνα βοσκός, που έβοσκα
τα πρόβατα του πατρός μου.
Οταν συνέβαινε να έλθη
λιοντάρι η αρκούδα, και
ήρπαζε πρόβατον από την
αγέλην των προβάτων μου, 35. έτρεχα προς καταδίωξιν
αυτών, εφόνευα το θηρίον
τούτο και αποσπούσα το
πρόβατον από το στόμα του.
Αν δε το θηρίον επετίθετο
εναντίον μου, το έπιανα από
τον λαιμόν, το εκτυπούσα και
το εφόνευα. 36. Λέοντο και άρκτον εγώ ο
δούλος σου εκτύπησα και
εφόνευσα. Ο απερίτμητος,
λοιπόν, αυτός Φιλισταίος, θα
γίνη εις τα χέρια μου σαν ένα
από τα θηρία αυτά. Αφού
τέτοια έχω κατορθώσει, δεν
πρέπει λοιπόν τώρα να
μεταβώ και να φονεύσω τον
Φιλισταίον και να εξαλείψω
την προσβολήν την οποίαν
κάνει κατά του ισραηλιτικού
λαού; Ποιός είναι αυτός ο
απερίτμητος ο οποίος
ετόλμησε να ομιλήση
περιφρονητικώς δια τον
στρατόν του αληθινού Θεού; 37. Ο Κυριος ο οποίος με
εγλύτωσε από το στόμα του
λέοντος και από τα χέρια της
αρκούδας, αυτός θα με
γλυτώση και από τα χέρια του
απερίτμητου αυτού
Φιλισταίου”. Ο Σαούλ είπε
τότε προς τον Δαυίδ· “πήγαινε
και ο Κυριος είθε να είναι μαζή
σου”. 38. Ο Σαούλ εφόρεσεν στον
Δαυίδ στρατιωτικόν μανδύαν
και έθεσεν εις την κεφαλήν
του χαλκίνην περικεφαλαίαν. 39. Ακόμη δε έζωσε τον Δαυίδ
με την ρομφαίαν του επάνω
από τον μανδύαν. Ο Δαυίδ
έτσι εξωπλισμένος
προσεπάθησε να βαδίση μίαν
και δύο φορές, αλλά μόλις και
μετά κόπου το κατώρθωσεν.
Ο Δαυίδ είπε προς τον
βασιλέα· “δεν ημπορώ να
βαδίσω με αυτά, διότι δεν έχω
συνηθίσει”. Κατ' εντολήν του
βασιλέως αφηήρεσαν την
πανοπλίαν αυτήν από τον
Δαυίδ. 40. Ο Δαυίδ επήρε την ράβδον
του στο χέρι του, εδιάλεξε
πέντε λείους λίθους από τον
χείμαρρον και έθεσεν αυτούς
στο ποιμενικόν του σακκίδιον,
το οποίον είχε πάντοτε μαζή
του, δια να θέτη μέσα εις
αυτό τα διάφορα πράγματα.
Επίσης επήρε και την
σφενδόνην του στο χέρι και
εβάδισεν εναντίον του ανδρός
αυτού, του Φιλισταίου. 41. Ο Φιλισταίος επροχώρησε
προς τον Δαυίδ και επλησίασε
προς αυτόν, ο δε οπλοφόρος
του Φιλισταίου, ο οποίος
έφερε την ασπίδα εκείνου,
εβάδιζεν έμπρος από τον
Γολιάθ. Ο Γολιάθ παρετήρησε
προσεκτικά, 42. είδε τον Δαυίδ και τον
κατεφρόνησε, διότι τον είδε
μικρόν παιδίον ξανθόν με
ωραία μάτια. 43. Ο αλλόφυλος λοιπόν
αυτός είπε προς τον Δαυίδ·
“ως εάν είμαι σκυλί έρχεσαι
εναντίον μου με ράβδον και με
πέτρες;” Ο Δαυίδ απήντησεν·
“όχι, αλλά είσαι χειρότερος
από το σκυλί”. Ο Φιλιοταίος
κατηράσθη τον Δαυίδ εν
ονόματι των θεών του. 44. Είπε δε τότε ο αλλόφυλος
προς τον Δαυίδ· “έλα εδώ και
θα δώσω τας σάρκας σου εις
τα πτηνά του ουρανού και εις
τα θηρία της γης”. 45. Είπε δε ο Δαυίδ προς τον
αλλόφυλον· “συ έρχεσαι
εναντίον μου με ρομφαίαν και
με δόρυ και με ασπίδα. Εγώ δε
προχωρώ εναντίον σου εν
ονόματι Κυρίου του Θεού του
Παντοκράτορος, του Θεού του
Ισραηλιτικού λαού, τον οποίον
συ σήμερον ενέπαιξες και
ύβρισες. 46. Σημερον θα σε παραδώση
ο Κυριος εις τα χέρια μου, θα
σε φονεύσω, θα αποκόψω την
κεφαλήν σου και θα δώσω τα
μέλη σου και τα μέλη του
στρατού των Φιλισταίων κατά
την ημέραν αυτήν εις τα
πτηνά του ουρανού και εις τα
θηρία της γης και θα μάθουν
όλοι οι άνθρωποι ότι ο
αληθινός Θεός ευρίσκεται
στον ισραηλιτικόν λαόν. 47. Ολον δε αυτό το πλήθος
του λαού θα μάθη ότι ο
Κυριος δεν σώζει μόνον με το
δόρυ και με την ρομφαίαν, ότι
ο Θεός είναι ο κυρίαρχος και
του πολέμου και ότι ο Κυριος
θα σας παραδώση εις τα χέρια
μας”. 48. Εσηκώθη ο αλλόφυλος και
επορεύθη εις συνάντησιν του
Δαυίδ. 49. Ο Δαυίδ άπλωσε το χέρι
του στο σακκίδιόν του, επήρεν
από εκεί ένα λίθον τον οποίον
και εξεσφενδόνισεν εναντίον
του Φιλισταίου και τον
εκτύπησεν στο μέτωπον. Ο
λίθος αυτός διετρύπησε την
περικεφαλαίαν, εισήλθεν στο
μέτωπον του Φιλισταίου και
τον επλήγωσε θανασίμως. Ο
Γολιάθ έπεσε πρηνής κάτω
στο χώμα. 50. Ετσι ο Δαυίδ ανεδείχθη
ισχυρότερος από τον
αλλόφυλον και νικητής
εναντίον του με μίαν
σφενδόνην και ένα λίθον.
Εκτύπησε τον Φιλισταίον και
τον εφόνευσε. Ο Δαυίδ δεν
είχε ρομφαίαν εις τα χέρια
του. 51. Δια τούτο έτρεξε και
εστάθη επάνω από τον
βαρέως τραυματισμένον
Φιλισταίον, επήρε την
ρομφαίαν εκείνου, τον
εθανάτωσε και του απέκοψε
την κεφαλήν. Οι Φιλισταίοι
είδαν ότι ο ακατανίκητος,
όπως επίστευαν, πρόμαχός
των εφονεύθη, κατελήφθησαν
από πανικόν και ετράπησαν εις
φυγήν. 52. Οι Ισραηλίται ηγέρθησαν
τότε με αλαλαγμόν,
κατεδίωξαν τους Φιλισταίους
έως την εισοδον της Γεθ και
έως την πύλην της
Ασκάλωνος. Από τους
Φιλισταίους εφονεύθησαν
πολλοί και οι νεκροί
κατέκειντο εις την οδόν των
πυλών μέχρι της Γεθ και μέχρι
της Ακκαρών. 53. Οι Ισραηλίται
επιστρέφοντες από την
καταδίωξιν των Φιλισταίων
καταπατούσαν και
ελεηλατούσαν τα στρατόπεδά
των. 54. Ο Δαυίδ επήρε την
κεφαλήν του Γολιάθ, έφερεν
αυτήν εις την Ιερουσαλήμ, τα
δε όπλα του εχθρού τα
απέθεσεν ο Δαυίδ εις την
σκηνήν του. 55. Οταν ο Σαούλ είδε τον
Δαυίδ να προχωρή εις
μονομαχίαν κατά του Γολιάθ
είπε προς τον Αβεννήρ τον
αρχηγόν του στρατού του·
“τίνος είναι υιός αυτός ο
νεαρός;” Ο Αβεννήρ
απήντησεν· “ορκίζομαι εις την
ζωήν μου, βασιλεύ, ότι δεν
τον γνωρίζω”. 56. Ο βασιλεύς είπε· “ρώτησε
συ, τίνος είναι υιός ο νεαρός
αυτός”. 57. Οταν ο Δαυίδ επέστρεψεν
από την νίκην του εναντίον
του Φιλισταίου Γολιάθ τον
παρέλαβεν ο Αβεννήρ και τον
παρουσίασεν ενώπιον του
Σαούλ. Η δε κεφαλή του
Γολιάθ ήτο εις τα χέρια του. 58. Ο Σαούλ ηρώτησεν αυτόν·
“νεαρέ, τίνος είσαι υιός;” Ο
Δαυίδ απήντησεν· “είμαι υιός
του δούλου σου του Ιεσσαί, ο
οποίος κατάγεται από την
Βηθλεέμ.