εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ᾿ ἡμῶν; ~ Προς Ρωμαίους 8:31

Στώμεν καλώς, στώμεν μετά φόβου Θεού. Άγιος, Άγιος, Άγιος Κύριος Σαβαώθ· πλήρης ο ουρανός και η γη της Δόξης Σου. Ωσαννά εν τοις Υψίστοις· Ευλογημένος ο Ερχόμενος εν Ονόματι Κυρίου.

Τα γεγονότα της Μεγάλης Εβδομάδας - Τα Πάθη του Χριστού και η Ανάσταση Του - Κάνε κλικ στην εικόνα

Αναζήτηση αυτού του ιστολογίου

ΨΑΛΤΗΡΙΟΝ ΜΕ ΤΑ ΚΑΘΙΣΜΑΤΑ ΚΑΙ ΤΙΣ ΩΔΕΣ

  




ΨΑΛΤΗΡΙΟΝ ΜΕ ΤΑ ΚΑΘΙΣΜΑΤΑ ΚΑΙ ΤΙΣ ΩΔΕΣ

ΚΑΘΙΣΜΑ ΠΡΩΤΟΝ
ΨΑΛΜΟΣ 1ος
Μακάριος ἀνήρὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη καὶ ἐπὶ καθέδρᾳ λοιμῶν οὐκ ἐκάθισεν.
ἀλλ ̓ ἤ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦκαὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτόςκαὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτωνὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦκαὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται· καὶ πάνταὅσα ἂν ποιῇκατευοδωθήσεται.
οὐχ οὕτως οἱ ἀσεβεῖςοὐχ οὕτωςἀλλ ̓ ἢ ὡσεὶ χνοῦςὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆςδιὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσειοὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων·
ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων
καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.

ΨΑΛΜΟΣ 2ος

Ἰνατί ἐφρύαξαν ἔθνηκαὶ λαοὶ ἐμελέτησαν κενά;
παρέστησαν οἱ βασιλεῖς τῆς γῆςκαὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ(διάψαλμα).
Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν καὶ ἀποῤῥίψωμεν ἀφ ̓ ἡμῶν τὸν ζυγὸν αὐτῶν.
ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούςκαὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς.
τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς.
̓Εγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ ̓ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ
διαγγέλλων τὸ πρόσταγμα Κυρίου
Κύριος εἶπε πρός με· υἱός μου εἶ σύἐγὼ σήμερον γεγέννηκά σε.
αἴτησαι παρ ̓ ἐμοῦκαὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.
ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷὡς σκεύη κεραμέως συντρίψεις αὐτούς.
καὶ νῦνβασιλεῖςσύνετεπαιδεύθητεπάντες οἱ κρίνοντες τὴν γῆν.
δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ.
δράξασθε παιδείαςμήποτε ὀργισθῇ Κύριος καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας.
ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦμακάριοι πάντες οἱ πεποιθότες ἐπ ̓ αὐτῷ.

ΨΑΛΜΟΣ 3ος

Κύριετί ἐπληθύνθησαν οἱ θλίβοντές μεπολλοὶ ἐπανίστανται ἐπ ̓ ἐμέ·
πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ
(διάψαλμα).
σὺ δέΚύριεἀντιλήπτωρ μου εἶδόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.
φωνῇ μου πρὸς Κύριον ἐκέκραξακαὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ(διάψαλμα).
ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθηνὅτι Κύριος ἀντιλήψεταί μου.
οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι.
ἀνάσταΚύριεσῶσόν μεὁ Θεός μουὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίωςὀδόντας ἁμαρτωλῶν συνέτριψας.

τοῦ Κυρίου ἡ σωτηρίακαὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σουΔόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 4ος

Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μουὁ Θεὸς τῆς δικαιοσύνης μου· ἐν θλίψει ἐπλάτυνάς μεοἰκτείρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου.
υἱοὶ ἀνθρώπωνἕως πότε βαρυκάρδιοιἱνατί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος(διάψαλμα).

καὶ γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ· Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.
ὀργίζεσθεκαὶ μὴ ἁμαρτάνετε· ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶνἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε(διάψαλμα).

θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ Κύριον.
πολλοὶ λέγουσι· τίς δείξει ἡμῖν τὰ ἀγαθά̓Εσημειώθη ἐφ ̓ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σουΚύριε.
ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου· ἀπὸ καρποῦ σίτουοἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν.
ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσωὅτι σύΚύριεκατὰ μόνας ἐπ ̓ ἐλπίδι κατῴκισάς με.

ΨΑΛΜΟΣ 5ος

Τὰ ρήματά μου ἐνώτισαιΚύριεσύνες τῆς κραυγῆς μου·
πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου
ὁ βασιλεύς μου καὶ ὁ Θεός μουὅτι πρὸς σὲ προσεύξομαιΚύριε·
τὸ πρωΐ εἰσακούσῃ τῆς φωνῆς μου
τὸ πρωΐ παραστήσομαί σοι καὶ ἐπόψει με,
ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ· οὐ παροικήσει σοι πονηρευόμενος,
οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σουἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν·
ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος
ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριοςἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σουπροσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου.
Κύριεὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μουκατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου.
ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθειαἡ καρδία αὐτῶν ματαία· τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶνταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν.
κρῖνον αὐτούςὁ Θεόςἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν· κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούςὅτι παρεπίκρανάν σεΚύριε.
καὶ εὐφρανθείησαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ· εἰς αἰῶνα ἀγαλλιάσονταικαὶ κατασκηνώσεις ἐν αὐτοῖςκαὶ καυχήσονται ἐν σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου.
ὅτι σὺ εὐλογήσεις δίκαιον· Κύριεὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς.

ΨΑΛΜΟΣ 6ος

Κύριεμὴ τῷ θυμῷ σου ἐλέγξῃς μεμηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
ἐλέησόν μεΚύριεὅτι ἀσθενής εἰμι· ἴασαί μεΚύριεὅτι ἐταράχθη τὰ ὀστᾶ μου,
καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα· καὶ σύΚύριεἕως πότε;
ἐπίστρεψονΚύριερῦσαι τὴν ψυχήν μουσῶσόν με ἕνεκεν τοῦ ἐλέους σου.
ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ῞ᾼδῃ τίς ἐξομολογήσεταί σοιἐκοπίασα ἐν τῷ στεναγμῷ μουλούσω καθ ̓ ἑκάστην νύκτα τὴν κλίνην μουἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω.
ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μουἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου.
ἀπόστητε ἀπ ̓ ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίανὅτι εἰσήκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου·
ἤκουσε Κύριος τῆς δεήσεώς μου
Κύριος τὴν προσευχήν μου προσεδέξατο.
αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μουἀποστραφείησαν καὶ

καταισχυνθείησαν σφόδρα διὰ τάχουςΔόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 7ος

Κύριε ὁ Θεός μουἐπὶ σοὶ ἤλπισα· σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ῥῦσαί με,
μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μουμὴ ὄντος λυτρουμένου μηδὲ σῴζοντος.
Κύριε ὁ Θεός μουεἰ ἐποίησα τοῦτοεἰ ἔστιν ἀδικία ἐν χερσί μου,
εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακάἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός· καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου καὶ καταλάβοι καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι(διάψαλμα).

ἀνάστηθιΚύριεἐν ὀργῇ σουὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν σουἐξεγέρθητιΚύριε ὁ Θεός μουἐν προστάγματιᾧ ἐνετείλω,
καὶ συναγωγὴ λαῶν κυκλώσει σεκαὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον.
Κύριος κρινεῖ λαούςκρῖνόν μεΚύριεκατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ ̓ ἐμοί.

συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν καὶ κατευθυνεῖς δίκαιονἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός.
δικαία ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ τοῦ σῴζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ.
ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος καὶ μὴ ὀργὴν ἐπάγων καθ ̓ ἑκάστην ἡμέρανἐὰν μὴ ἐπιστραφῆτετὴν ρομφαίαν αὐτοῦ στιλβώσειτὸ τόξον αὐτοῦ ἐνέτεινε καὶ ἡτοίμασεν αὐτό·

καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτουτὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατοἰδοὺ ὠδίνησεν ἀδικίανσυνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν.
λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτόνκαὶ ἐμπεσεῖται εἰς βόθρονὃν εἰργάσατο· ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦκαὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται.

ἐξομολογήσομαι τῷ Κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ̔Υψίστου.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 8ος

Κύριε ὁ Κύριος ἡμῶνὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ· ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.
ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον ἕνεκα τῶν ἐχθρῶν σου τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν.

ὅτι ὄψομαι τοὺς οὐρανούςἔργα τῶν δακτύλων σουσελήνην καὶ ἀστέραςἃ σὺ ἐθεμελίωσας·
τί ἐστιν ἄνθρωπος
ὅτι μιμνῄσκῃ αὐτοῦἢ υἱὸς ἀνθρώπουὅτι ἐπισκέπτῃ αὐτόν;
ἠλάττωσας αὐτὸν βραχύ τι παρ ̓ ἀγγέλουςδόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν,
καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου· πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦπρόβατακαὶ βόας ἁπάσαςἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου,

τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσηςτὰ διαπορευόμενα τρίβους θαλασσῶνΚύριε ὁ Κύριος ἡμῶνὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ!



ΚΑΘΙΣΜΑ ΔΕΥΤΕΡΟΝ

ΨΑΛΜΟΣ 9ος

Ἐξομολογήσομαί σοιΚύριεἐν ὅλῃ καρδίᾳ μουδιηγήσομαι πάντα τὰ θαυμάσιά σου· εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοίψαλῶ τῷ ὀνόματί σου῞Υψιστε.
ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσωἀσθενήσουσι καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου,
ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μουἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνηνἐπετίμησας ἔθνεσικαὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὄνομα αὐτοῦ ἐξήλειψας εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλοςκαὶ πόλεις καθεῖλες· ἀπώλετο τὸ μνημόσυνον αὐτοῦ μετ ̓ ἤχου,

καὶ ὁ Κύριος εἰς τὸν αἰῶνα μένειἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ,
καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃκρινεῖ λαοὺς ἐν εὐθύτητι.
καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητιβοηθὸς ἐν εὐκαιρίαις ἐν θλίψεσι·
καὶ ἐλπισάτωσαν ἐπὶ σοὶ οἱ γινώσκοντες τὸ ὄνομά σου
ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σεΚύριε.

ψάλατε τῷ Κυρίῳτῷ κατοικοῦντι ἐν Σιώνἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦὅτι ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθηοὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων.
ἐλέησόν μεΚύριεἴδε τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μουὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου,

ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιώνἀγαλλιάσομαι ἐπὶ τῷ σωτηρίῳ σου.
ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷᾗ ἐποίησανἐν παγίδι ταύτῃᾗ ἔκρυψανσυνελήφθη ὁ ποὺς αὐτῶν.

γινώσκεται Κύριος κρίματα ποιῶνἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. (ᾠδὴ διαψάλματος).
ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδηνπάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχόςἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τέλοςἀνάστηθιΚύριεμὴ κραταιούσθω ἄνθρωποςκριθήτωσαν ἔθνη ἐνώπιόν σου.

κατάστησονΚύριενομοθέτην ἐπ ̓ αὐτούςγνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν(διάψαλμα)̔ΙνατίΚύριεἀφέστηκας μακρόθενὑπερορᾷς ἐν εὐκαιρίαις ἐν θλίψεσιν;
ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ ἐμπυρίζεται ὁ πτωχόςσυλλαμβάνονται ἐν διαβουλίοιςοἷς διαλογίζονται.

ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦκαὶ ὁ ἀδικῶν ἐνευλογεῖται· παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλός· κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει· οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ.
βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦπάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει·
εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· οὐ μὴ σαλευθῶ
ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ.
οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλουὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνοςἐγκάθηται ἐνέδρᾳ μετὰ πλουσίωνἐν ἀποκρύφοις τοῦ ἀποκτεῖναι ἀθῷον· οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν·
ἐνεδρεύει ἐν ἀποκρύφῳ ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ
ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχόνἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτόν·
ἐν τῇ παγίδι αὐτοῦ ταπεινώσει αὐτόν
κύψει καὶ πεσεῖται ἐν τῷ αὐτὸν κατακυριεῦσαι τῶν πενήτων.
εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· ἐπιλέλησται ὁ Θεόςἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ τοῦ μὴ βλέπειν εἰς τέλος.
ἀνάστηθιΚύριε ὁ Θεός μουὑψωθήτω ἡ χείρ σουμὴ ἐπιλάθῃ τῶν πενήτων.
ἕνεκεν τίνος παρώργισεν ὁ ἀσεβὴς τὸν Θεόνεἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἐκζητήσει.
βλέπειςὅτι σὺ πόνον καὶ θυμὸν κατανοεῖς τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖράς σου· σοὶ ἐγκαταλέλειπται ὁ πτωχόςὀρφανῷ σὺ ᾖσθα βοηθός.
σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦζητηθήσεται ἡ ἁμαρτία αὐτοῦκαὶ οὐ μὴ εὑρεθῇ.
βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνοςἀπολεῖσθε ἔθνη ἐκ τῆς γῆς αὐτοῦτὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσε Κύριοςτὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχε τὸ οὖς σου
κρῖναι ὀρφανῷ καὶ ταπεινῷ
ἵνα μὴ προσθῇ ἔτι μεγαλαυχεῖν ἄνθρωπος ἐπὶ τῆς γῆς.

ΨΑΛΜΟΣ 10ος

Ἐπὶ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου· μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίονὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξονἡτοίμασαν βέλη εἰς φαρέτραν τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ.
ὅτι ἃ σὺ κατηρτίσωαὐτοὶ καθεῖλον· ὁ δὲ δίκαιος τί ἐποίησε;
Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· Κύριος ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦοἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν

πένητα ἀποβλέπουσιτὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων.
Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆὁ δὲ ἀγαπῶν τὴν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήνἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδαςπῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν.
ὅτι δίκαιος Κύριοςκαὶ δικαιοσύνας ἠγάπησενεὐθύτητας εἶδε τὸ πρόσωπον αὐτοῦ.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 11ος

Σῶσον μεΚύριεὅτι ἐκλέλοιπεν ὅσιοςὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων.
μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦχείλη δόλια ἐν καρδίᾳκαὶ ἐν καρδίᾳ ἐλάλησε κακά.

ἐξολοθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ δόλια καὶ γλῶσσαν μεγαλοῤῥήμονα.
τοὺς εἰπόντας· τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεντὰ χείλη ἡμῶν παρ ̓ ἡμῖν ἐστι· τίς ἡμῶν Κύριός ἐστιν;
ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτωννῦν ἀναστήσομαιλέγει Κύριος· θήσομαι ἐν σωτηρίῳπαῤῥησιάσομαι ἐν αὐτῷ.
τὰ λόγια Κυρίου λόγια ἁγνάἀργύριον πεπυρωμένονδοκίμιον τῇ γῇ κεκαθαρισμένον ἑπταπλασίως.
σύΚύριεφυλάξαις ἡμᾶς καὶ διατηρήσαις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνακύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσι· κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων.

ΨΑΛΜΟΣ 12ος

Ἔως πότεΚύριεἐπιλήσῃ μου εἰς τέλοςἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ ̓ ἐμοῦἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μουὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτόςἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ ̓ ἐμέ;
ἐπίβλεψονεἰσάκουσόν μουΚύριε ὁ Θεός μου· φώτισον τοὺς ὀφθαλμούς μουμήποτε ὑπνώσω εἰς θάνατον,

μήποτε εἴπῃ ὁ ἐχθρός μου· ἴσχυσα πρὸς αὐτόν· οἱ θλίβοντές με ἀγαλλιάσονταιἐὰν σαλευθῶἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισαἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου· ᾄσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ̔Υψίστου.

ΨΑΛΜΟΣ 13ος

Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἔστι Θεόςδιεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασινοὐκ ἔστι ποιῶν χρηστότηταοὐκ ἔστιν ἕως ἑνός.
Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν ἢ ἐκζητῶν τὸν Θεόν.

πάντες ἐξέκλινανἅμα ἠχρειώθησανοὐκ ἔστι ποιῶν χρηστότηταοὐκ ἔστιν ἕως ἑνός*.
οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίανοἱ ἐσθίοντες τὸν λαόν μου βρώσει ἄρτου τὸν Κύριον οὐκ ἐπεκαλέσαντο.
ἐκεῖ ἐδειλίασαν φόβῳοὗ οὐκ ἦν φόβοςὅτι ὁ Θεὸς ἐν γενεᾷ δικαίᾳ.
βουλὴν πτωχοῦ κατῃσχύνατεὁ δὲ Κύριος ἐλπὶς αὐτοῦ ἐστι.
τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ ̓Ισραήλἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται ̓Ιακὼβ καὶ εὐφρανθήσεται ̓Ισραήλ.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 14ος

Κύριετίς παροικήσει ἐν τῷ σκηνώματί σουἢ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σουπορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνηνλαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ,
ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦοὐδὲ ἐποίησε τῷ πλησίον αὐτοῦ κακὸν καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοῖς ἔγγιστα αὐτοῦ.
ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενοςτοὺς δὲ φοβουμένους τὸν Κύριον δοξάζει· ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ καὶ οὐκ ἀθετῶν·
τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ καὶ δῶρα ἐπ ̓ ἀθῴοις οὐκ ἔλαβεν
ὁ ποιῶν ταῦταοὐ

σαλευθήσεται εἰς τὸν αἰῶνα.

ΨΑΛΜΟΣ 15ος

Φύλαξόν μεΚύριεὅτι ἐπὶ σοὶ ἤλπισα.
εἶπα τῷ Κυρίῳ· Κύριός μου εἶ σύὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις.
τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριοςπάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖςἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶνμετὰ ταῦτα ἐτάχυναν· οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτωνοὐδ ̓ οὐ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου.
Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου· σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί.
σχοινία ἐπέπεσέ μοι ἐν τοῖς κρατίστοις· καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοί ἐστιν.
εὐλογήσω τὸν Κύριον τὸν συνετίσαντά με· ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μουπροωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντόςὅτι ἐκ δεξιῶν μού ἐστινἵνα μὴ σαλευθῶ.
διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μουκαὶ ἠγαλλιάσατο ἡ γλῶσσά μουἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ ̓ ἐλπίδι,
ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδηνοὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράνἐγνώρισάς μοι ὁδοὺς ζωῆς· πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σουτερπνότητες ἐν τῇ δεξιᾷ σου εἰς τέλος.

ΨΑΛΜΟΣ 16ος

ΕἰσάκουσονΚύριετῆς δικαιοσύνης μουπρόσχες τῇ δεήσει μουἐνώτισαι τὴν προσευχήν μου οὐκ ἐν χείλεσι δολίοις.
ἐκ προσώπου σου τὸ κρῖμά μου ἐξέλθοιοἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας.
ἐδοκίμασας τὴν καρδίαν μουἐπεσκέψω νυκτός· ἐπύρωσάς μεκαὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικίαὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπωνδιὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς.

κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σουἵνα μὴ σαλευθῶσι τὰ διαβήματά μου.
ἐγὼ ἐκέκραξαὅτι ἐπήκουσάς μουὁ Θεός· κλῖνον τὸ οὖς σου ἐμοὶ καὶ εἰσάκουσον τῶν ῥημάτων μου.
θαυμάστωσον τὰ ἐλέη σουὁ σῴζων τοὺς ἐλπίζοντας ἐπὶ σὲ ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σουφύλαξόν με ὡς κόρην ὀφθαλμοῦ· ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με
ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με
οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον·
τὸ στέαρ αὐτῶν συνέκλεισαν
τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν.
ἐκβαλόντες με νυνὶ περιεκύκλωσάν μετοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις.
ἀνάστηθιΚύριεπρόφθασον αὐτοὺς καὶ ὑποσκέλισον αὐτούςρῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦςρομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρός σου.
Κύριεἀπὸ ὀλίγων ἀπὸ γῆς διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶνκαὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶνἐχορτάσθησαν υἱῶν*, καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶνἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σουχορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΚΑΘΙΣΜΑ ΤΡΙΤΟΝ
ΨΑΛΜΟΣ 
17
ος
Ἀγαπήσω σεΚύριεἡ ἰσχύς μου.
Κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ρύστης μουὉ Θεός μου βοηθός μουἐλπιῶ ἐπ ̓ αὐτόνὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου καὶ ἀντιλήπτωρ μου.
αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι.
περιέσχον με ὠδῖνες θανάτουκαὶ χείμαρροι ἀνομίας ἐξετάραξάν με.
ὠδῖνες ᾅδου περιεκύκλωσάν μεπροέφθασάν με παγίδες θανάτου.
καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν Κύριον καὶ πρὸς τὸν Θεόν μου ἐκέκραξα· ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μουκαὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦκαὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆκαὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν καὶ

ἐσαλεύθησανὅτι ὠργίσθη αὐτοῖς ὁ Θεός.
ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ καταφλεγήσεταιἄνθρακες ἀνήφθησαν ἀπ ̓ αὐτοῦ.
καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβηκαὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ.
καὶ ἐπέβη ἐπὶ Χερουβὶμ καὶ ἐπετάσθηἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων.
καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ· κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦσκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων.
ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθονχάλαζα καὶ ἄνθρακες πυρός.
καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ Κύριοςκαὶ ὁ ῞Υψιστος ἔδωκε φωνὴν αὐτοῦ·
ἐξαπέστειλε βέλη καὶ ἐσκόρπισεν αὐτοὺς καὶ ἀστραπὰς ἐπλήθυνε καὶ συνετάραξεν αὐτούς
.
καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτωνκαὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης ἀπὸ ἐπιτιμήσεώς σουΚύριεἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου.
ἐξαπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέ μεπροσελάβετό με ἐξ ὑδάτων πολλῶν.
ρύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶνκαὶ ἐκ τῶν μισούντων μεὅτι ἐστερεώθησαν ὑπὲρ ἐμέπροέφθασάν με ἐν ἡμέρᾳ κακώσεώς μουκαὶ ἐγένετο Κύριος ἀντιστήριγμά μου
καὶ ἐξήγαγέ με εἰς πλατυσμόν
ρύσεταί μεὅτι ἠθέλησέ με.
καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι,
ὅτι ἐφύλαξα τὰς ὁδοὺς Κυρίου καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ Θεοῦ μου,
ὅτι πάντα τὰ κρίματα αὐτοῦ ἐνώπιόν μουκαὶ τὰ δικαιώματα αὐτοῦ οὐκ ἀπέστησαν ἀπ ̓ ἐμοῦκαὶ ἔσομαι ἄμωμος μετ ̓ αὐτοῦ καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου.
καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ.
μετὰ ὁσίου ὅσιος ἔσῃκαὶ μετὰ ἀνδρὸς ἀθῴου ἀθῷος ἔσῃ,
καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ διαστρέψεις.
ὅτι σὺ λαὸν ταπεινὸν σώσεις καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις.
ὅτι σὺ φωτιεῖς λύχνον μουΚύριε ὁ Θεός μουφωτιεῖς τὸ σκότος μου.
ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος.
ὁ Θεός μουἄμωμος ἡ ὁδὸς αὐτοῦτὰ λόγια Κυρίου πεπυρωμέναὑπερασπιστής ἐστι πάντων τῶν ἐλπιζόντων ἐπ ̓ αὐτόν.
ὅτι τίς Θεὸς πλὴν τοῦ Κυρίουκαὶ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν;
ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου·
καταρτιζόμενος τοὺς πόδας μου ὡσεὶ ἐλάφου καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με·
διδάσκων χεῖράς μου εἰς πόλεμον καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου·
καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας
καὶ ἡ δεξιά σου ἀντελάβετό μουκαὶ ἡ παιδεία σου ἀνώρθωσέ με εἰς τέλοςκαὶ ἡ παιδεία σου αὐτή με διδάξει.
ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μουκαὶ οὐκ ἠσθένησαν τὰ ἴχνη μου.
καταδιώξω τοὺς ἐχθρούς μου καὶ καταλήψομαι αὐτοὺς καὶ οὐκ ἀποστραφήσομαιἕως ἂν ἐκλίπωσιν·
ἐκθλίψω αὐτούς
καὶ οὐ μὴ δύνωνται στῆναιπεσοῦνται ὑπὸ τοὺς πόδας μου.
καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμονσυνεπόδισας πάντας τοὺς ἐπανισταμένους ἐπ ̓ ἐμὲ ὑποκάτω μου.
καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον καὶ τοὺς μισοῦντάς με ἐξωλόθρευσας.
ἐκέκραξανκαὶ οὐκ ἦν ὁ σῴζωνπρὸς Κύριονκαὶ οὐκ εἰσήκουσεν αὐτῶν.
καὶ λεπτυνῶ αὐτοὺς ὡσεὶ χνοῦν κατὰ πρόσωπον ἀνέμουὡς πηλὸν πλατειῶν λεανῶ αὐτούςρύσῃ με ἐξ ἀντιλογίας λαοῦκαταστήσεις με εἰς κεφαλὴν ἐθνῶνλαόςὃν οὐκ ἔγνωνἐδούλευσέ μοι,
εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου· υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι,
υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.
ζῇ Κύριοςκαὶ εὐλογητὸς ὁ Θεός μου καὶ ὑψωθήτω ὁ Θεὸς τῆς σωτηρίας μου,
ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοίκαὶ ὑποτάξας λαοὺς ὑπ ̓ ἐμέ,
ὁ ῥύστης μου ἐξ ἐχθρῶν μου ὀργίλωνἀπὸ τῶν ἐπανισταμένων ἐπ ̓ ἐμὲ ὑψώσεις μεἀπὸ ἀνδρὸς ἀδίκου ρῦσαί με.
διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιΚύριεκαὶ τῷ ὀνόματί σου ψαλῶ,

μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦκαὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦτῷ Δαυΐδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 18ος

Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμακαὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.
οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοιὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν·
εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν
ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ· καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ.

ἀπ ̓ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦκαὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦκαὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τῆς θέρμης αὐτοῦ.
ὁ νόμος τοῦ Κυρίου ἄμωμοςἐπιστρέφων ψυχάς· ἡ μαρτυρία Κυρίου πιστήσοφίζουσα νήπιατὰ δικαιώματα Κυρίου εὐθέαεὐφραίνοντα καρδίαν· ἡ ἐντολὴ Κυρίου τηλαυγήςφωτίζουσα ὀφθαλμούς·

ὁ φόβος Κυρίου ἁγνόςδιαμένων εἰς αἰῶνα αἰῶνος· τὰ κρίματα Κυρίου ἀληθινάδεδικαιωμένα ἐπὶ τὸ αὐτό,
ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον.
καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά· ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλήπαραπτώματα τίς συνήσειἐκ τῶν κρυφίων μου καθάρισόν με.

καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου· ἐὰν μή μου κατακυριεύσωσιτότε ἄμωμος ἔσομαι καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης.
καὶ ἔσονται εἰς εὐδοκίαν τὰ λόγια τοῦ στόματός μου καὶ ἡ μελέτη τῆς καρδίας μου ἐνώπιόν σου διὰ παντόςΚύριεβοηθέ μου καὶ λυτρωτά μου.

ΨΑΛΜΟΣ 19ος

Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεωςὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ ̓Ιακώβἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.
μνησθείη πάσης θυσίας σου καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω(διάψαλμα).
δῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαιἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου καὶ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθαπληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου.

νῦν ἔγνων ὅτι ἔσωσε Κύριος τὸν χριστὸν αὐτοῦ· ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ· ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ.
οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποιςἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθααὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσανἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν.

Κύριεσῶσον τὸν βασιλέακαὶ ἐπάκουσον ἡμῶνἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.

ΨΑΛΜΟΣ 20ος

Κύριεἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.
τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν(διάψαλμα).

ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητοςἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.
ζωὴν ᾐτήσατό σεκαὶ ἔδωκας αὐτῷμακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.
μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σουδόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ ̓ αὐτόν·

ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνοςεὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σουὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον καὶ ἐν τῷ ἐλέει τοῦ ̔Υψίστου οὐ μὴ σαλευθῇ.
εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σουἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε.
θήσεις αὐτοὺς εἰς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου· Κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτούςκαὶ καταφάγεται αὐτοὺς πῦρ.

τὸν καρπὸν αὐτῶν ἀπὸ τῆς γῆς ἀπολεῖς καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων,

ὅτι ἔκλιναν εἰς σὲ κακάδιελογίσαντο βουλάςαἷς οὐ μὴ δύνωνται στῆναι.
ὅτι θήσεις αὐτοὺς νῶτον· ἐν τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶνὑψώθητιΚύριεἐν τῇ δυνάμει σου· ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σουΔόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 21ος

Ὁ Θεόςὁ Θεός μουπρόσχες μοι· ἵνα τί ἐγκατέλιπές μεμακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου.
ὁ Θεός μουκεκράξομαι ἡμέραςκαὶ οὐκ εἰσακούσῃκαὶ νυκτόςκαὶ οὐκ εἰς ἄνοιαν ἐμοί.
σὺ δὲ ἐν ἁγίῳ κατοικεῖςὁ ἔπαινος τοῦ ̓Ισραήλ.

ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶνἤλπισανκαὶ ἐῤῥύσω αὐτούς·
πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν
ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ κατῃσχύνθησαν.
ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωποςὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ.
πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν μεἐλάλησαν ἐν χείλεσινἐκίνησαν κεφαλήν·
ἤλπισεν ἐπὶ Κύριον
ῥυσάσθω αὐτόν· σωσάτω αὐτόνὅτι θέλει αὐτόν.
ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρόςἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου·
ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ μήτρας
ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σύ·
μὴ ἀποστῇς ἀπ ̓ ἐμοῦ
ὅτι θλῖψις ἐγγύςὅτι οὐκ ἔστιν ὁ βοηθῶν.
περιεκύκλωσάν με μόσχοι πολλοίταῦροι πίονες περιέσχον με·
ἤνοιξαν ἐπ ̓ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος
.
ὡσεὶ ὕδωρ ἐξεχύθηνκαὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μουἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου·
ἐξηράνθη ὡσεὶ ὄστρακον ἡ ἰσχύς μου
καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μουκαὶ εἰς χοῦν θανάτου κατήγαγές με.
ὅτι ἐκύκλωσάν με κύνες πολλοίσυναγωγὴ πονηρευομένων περιέσχον μεὤρυξαν χεῖράς μου καὶ πόδας.
ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μουαὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με.
διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.
σὺ δέΚύριεμὴ μακρύνῃς τὴν βοήθειάν μου ἀπ ̓ ἐμοῦεἰς τὴν ἀντίληψίν μου πρόσχες.
ρῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μουκαὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου·
σῶσόν με ἐκ στόματος λέοντος καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου
.
διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μουἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε.
οἱ φοβούμενοι τὸν Κύριοναἰνέσατε αὐτόνἅπαν τὸ σπέρμα ̓Ιακώβδοξάσατε αὐτόνφοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα ̓Ισραήλ,
ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦοὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀπ ̓ ἐμοῦ καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου.
παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃτὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν.
φάγονται πένητες καὶ ἐμπλησθήσονταικαὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος.
μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν,
ὅτι τοῦ Κυρίου ἡ βασιλείακαὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.
ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆςἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς γῆνκαὶ ἡ ψυχή μου αὐτῷ ζῇ,
καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ· ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη,
καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳὃν ἐποίησεν ὁ Κύριος.

ΨΑΛΜΟΣ 22ος

Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει.
εἰς τόπον χλόηςἐκεῖ με κατεσκήνωσενἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με,
τὴν ψυχήν μου ἐπέστρεψενὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος αὐτοῦἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτουοὐ φοβηθήσομαι κακάὅτι σὺ μετ ̓ ἐμοῦ εἶ· ἡ ράβδος σου καὶ ἡ βακτηρία σουαὗταί με παρεκάλεσαν.

ἡτοίμασας ἐνώπιόν μου τράπεζανἐξεναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μουκαὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον.
καὶ τὸ ἔλεός σου καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μουκαὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.

ΨΑΛΜΟΣ 23ος

Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆςἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇαὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν.
τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ;
ἀθῷος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ.

οὗτος λήψεται εὐλογίαν παρὰ Κυρίου καὶ ἐλεημοσύνην παρὰ Θεοῦ σωτῆρος αὐτοῦ.
αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριονζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ ̓Ιακώβ(διάψαλμα)ἄρατε πύλαςοἱ ἄρχοντες ὑμῶνκαὶ ἐπάρθητεπύλαι αἰώνιοικαὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.
τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξηςΚύριος κραταιὸς καὶ δυνατόςΚύριος δυνατὸς ἐν πολέμῳἄρατε πύλαςοἱ ἄρχοντες ὑμῶνκαὶ ἐπάρθητεπύλαι αἰώνιοικαὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης.
τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξηςΚύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξηςΔόξα... καὶ νῦν... Ἀλληλούΐα


ΚΑΘΙΣΜΑ ΤΕΤΑΡΤΟΝ
ΨΑΛΜΟΣ 
24
ος
Πρὸς σέΚύριεἦρα τὴν ψυχήν μουὁ Θεός μου.
ἐπὶ σοὶ πέποιθα· μὴ καταισχυνθείηνμηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου.
καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν· αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς.
τὰς ὁδούς σουΚύριεγνώρισόν μοικαὶ τὰς τρίβους σου δίδαξόν με.
ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου καὶ δίδαξόν μεὅτι σὺ εἶ ὁ Θεὸς ὁ σωτήρ μουκαὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν.
μνήσθητι τῶν οἰκτιρμῶν σουΚύριεκαὶ τὰ ἐλέη σουὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν.
ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς· κατὰ τὸ ἔλεός σου μνήσθητί μουσύἕνεκεν χρηστότητός σουΚύριε.
χρηστὸς καὶ εὐθὴς ὁ Κύριος· διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ.
ὁδηγήσει πραεῖς ἐν κρίσειδιδάξει πραεῖς ὁδοὺς αὐτοῦ.
πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ.
ἕνεκεν τοῦ ὀνόματός σουΚύριεκαὶ ἱλάσῃ τῇ ἁμαρτίᾳ μουπολλὴ γάρ ἐστι.
τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριοννομοθετήσει αὐτῷ ἐν ὁδῷᾗ ᾑρετίσατο.
ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεταικαὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν.
κραταίωμα Κύριος τῶν φοβουμένων αὐτόνκαὶ ἡ διαθήκη αὐτοῦ δηλώσει αὐτοῖς.
οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν Κύριονὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μουἐπίβλεψον ἐπ ̓ ἐμὲ καὶ ἐλέησόν μεὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ.
αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν· ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με.
ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.
ἴδε τοὺς ἐχθρούς μουὅτι ἐπληθύνθησαν καὶ μῖσος ἄδικον ἐμίσησάν με.
φύλαξον τὴν ψυχήν μου καὶ ῥῦσαί με· μὴ καταισχυνθείηνὅτι ἤλπισα ἐπὶ σέ.
ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοιὅτι ὑπέμεινά σεΚύριε.
λύτρωσαιὁ Θεόςτὸν ̓Ισραὴλ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ.

ΨΑΛΜΟΣ 25ος

Κρίνόν μεΚύριεὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην καὶ ἐπὶ τῷ Κυρίῳ ἐλπίζωνοὐ μὴ ἀσθενήσωδοκίμασόν μεΚύριεκαὶ πείρασόν μεπύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου.
ὅτι τὸ ἔλεός σου κατέναντι τῶν ὀφθαλμῶν μού ἐστικαὶ εὐηρέστησα ἐν τῇ ἀληθείᾳ σου.

οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω· ἐμίσησα ἐκκλησίαν πονηρευομένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω.
νίψομαι ἐν ἀθῴοις τὰς χεῖράς μου καὶ κυκλώσω τὸ θυσιαστήριόν σουΚύριε,
τοῦ ἀκοῦσαί με φωνῆς αἰνέσεώς σου καὶ διηγήσασθαι πάντα τὰ θαυμάσιά σουΚύριεἠγάπησα εὐπρέπειαν οἴκου σου καὶ τόπον σκηνώματος δόξης σου.

μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μουὧν ἐν χερσὶν ἀνομίαιἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων.
ἐγὼ δὲ ἐν ἀκακίᾳ μου ἐπορεύθην· λύτρωσαί με καὶ ἐλέησόν με.
ὁ πούς μου ἔστη ἐν εὐθύτητι· ἐν ἐκκλησίαις εὐλογήσω σεΚύριε.

ΨΑΛΜΟΣ 26ος

Κύριος φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθήσομαιΚύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω;
ἐν τῷ ἐγγίζειν ἐπ ̓ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μουοἱ θλίβοντές με καὶ οἱ ἐχθροί μουαὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν.

ἐὰν παρατάξηται ἐπ ̓ ἐμὲ παρεμβολήοὐ φοβηθήσεται ἡ καρδία μου· ἐὰν ἐπαναστῇ ἐπ ̓ ἐμὲ πόλεμοςἐν ταύτῃ ἐγὼ ἐλπίζω.
μίαν ᾐτησάμην παρὰ Κυρίουταύτην ἐκζητήσω· τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μουτοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου καὶ ἐπισκέπτεσθαι τὸν ναὸν τὸν ἅγιον αὐτοῦ.

ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μουἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὑτοῦἐν πέτρᾳ ὕψωσέ με.
καὶ νῦν ἰδοὺ ὕψωσε κεφαλήν μου ἐπ ̓ ἐχθρούς μου· ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦᾄσομαι καὶ ψαλῶ τῷ Κυρίῳ.

εἰσάκουσονΚύριετῆς φωνῆς μουἧς ἐκέκραξα· ἐλέησόν με καὶ εἰσάκουσόν μου.
σοὶ εἶπεν ἡ καρδία μου· ἐξεζήτησέ σε τὸ πρόσωπόν μου· τὸ πρόσωπόν σουΚύριεζητήσω.
μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ ̓ ἐμοῦ καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου· βοηθός μου γενοῦμὴ ἀποσκορακίσῃς με καὶ μὴ ἐγκαταλίπῃς μεὁ Θεόςὁ σωτήρ μου.
ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν μεὁ δὲ Κύριος προσελάβετό με.
νομοθέτησόν μεΚύριεἐν τῇ ὁδῷ σου καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ ἕνεκα τῶν ἐχθρῶν μουμὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων μεὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοικαὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ.
πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων.
ὑπόμεινον τὸν Κύριον· ἀνδρίζουκαὶ κραταιούσθω ἡ καρδία σουκαὶ ὑπόμεινον τὸν ΚύριονΔόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 27ος

Πρὸς σέΚύριεἐκέκραξαὁ Θεός μουμὴ παρασιωπήσῃς ἀπ ̓ ἐμοῦμήποτε παρασιωπήσῃς ἀπ ̓ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
εἰσάκουσον τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ δέεσθαί με πρὸς σέἐν τῷ αἴρειν με χεῖράς μου πρὸς ναὸν ἅγιόν σου.

μὴ συνελκύσῃς μετὰ ἁμαρτωλῶν τὴν ψυχήν μου καὶ μετὰ ἐργαζομένων ἀδικίαν μὴ συναπολέσῃς με τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶνκακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν.
δὸς αὐτοῖςΚύριεκατὰ τὰ ἔργα αὐτῶν καὶ κατὰ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν· κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν δὸς αὐτοῖςἀπόδος τὸ ἀνταπόδομα αὐτῶν αὐτοῖς.

ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα Κυρίου καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ· καθελεῖς αὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς.
εὐλογητὸς Κύριοςὅτι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Κύριος βοηθός μου καὶ ὑπερασπιστής μου· ἐπ ̓ αὐτῷ ἤλπισεν ἡ καρδία μουκαὶ ἐβοηθήθηνκαὶ ἀνέθαλεν ἡ σάρξ μου· καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ.

Κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ χριστοῦ αὐτοῦ ἐστισῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου καὶ ποίμανον αὐτοὺς καὶ ἔπαρον αὐτοὺς ἕως τοῦ αἰῶνος.

ΨΑΛΜΟΣ 28ος

Ἐνέγκατε τῷ Κυρίῳυἱοὶ Θεοῦἐνέγκατε τῷ Κυρίῳ υἱοὺς κριῶνἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν,
ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦπροσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ.
φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτωνὁ Θεὸς τῆς δόξης ἐβρόντησεΚύριος ἐπὶ ὑδάτων πολλῶν.

φωνὴ Κυρίου ἐν ἰσχύϊφωνὴ Κυρίου ἐν μεγαλοπρεπείᾳ.
φωνὴ Κυρίου συντρίβοντος κέδρουςκαὶ συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου
καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον
καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτωνφωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός,
φωνὴ Κυρίου συσσείοντος ἔρημον καὶ συσσείσει Κύριος τὴν ἔρημον Κάδης.
φωνὴ Κυρίου καταρτιζομένη ἐλάφουςκαὶ ἀποκαλύψει δρυμούς· καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν.
Κύριος τὸν κατακλυσμὸν κατοικιεῖκαὶ καθιεῖται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα.
Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσειΚύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ.

ΨΑΛΜΟΣ 29ος

Ὑψώσω σεΚύριεὅτι ὑπέλαβές με καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ ̓ ἐμέ.
Κύριε ὁ Θεός μουἐκέκραξα πρὸς σέκαὶ ἰάσω με·
Κύριε
ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μουἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκονψάλατε τῷ Κυρίῳοἱ ὅσιοι αὐτοῦκαὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ·
ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ
καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ· τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμὸς καὶ εἰς τὸ πρωΐ ἀγαλλίασις.
ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα.
Κύριεἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν· ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου καὶ ἐγενήθην τεταραγμένος.
πρὸς σέΚύριεκεκράξομαικαὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι.
τίς ὠφέλεια ἐν τῷ αἵματί μου ἐν τῷ καταβαίνειν με εἰς διαφθοράνμὴ ἐξομολογήσεταί σοι χοῦς ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου;
ἤκουσε Κύριοςκαὶ ἠλέησέ μεΚύριος ἐγενήθη βοηθός μου.
ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοίδιέῤῥηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην,
ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου καὶ οὐ μὴ κατανυγῶΚύριε ὁ Θεός μουεἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 30ος

Ἐπὶ σοίΚύριεἤλπισαμὴ καταισχυνθείην εἰς τὸν αἰῶνα· ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με.
κλῖνον πρός με τὸ οὖς σουτάχυνον τοῦ ἐξελέσθαι με· γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με.

ὅτι κραταίωμά μου καὶ καταφυγή μου εἶ σὺ καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με καὶ διαθρέψεις με·
ἐξάξεις με ἐκ παγίδος ταύτης
ἧς ἔκρυψάν μοιὅτι σὺ εἶ ὁ ὑπερασπιστής μουΚύριε.
εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου· ἐλυτρώσω μεΚύριε ὁ Θεὸς τῆς ἀληθείαςἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας διακενῆς· ἐγὼ δὲ ἐπὶ τῷ Κυρίῳ ἤλπισαἀγαλλιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σουὅτι ἐπεῖδες τὴν ταπείνωσίν μουἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου

καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶνἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου.
ἐλέησόν μεΚύριεὅτι θλίβομαι· ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μουἡ ψυχή μου καὶ ἡ γαστήρ μου.
ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς· ἠσθένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς μουκαὶ τὰ ὀστᾶ μου ἐταράχθησαν.
παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος καὶ τοῖς γείτοσί μου σφόδρακαὶ φόβος τοῖς γνωστοῖς μου· οἱ θεωροῦντες με ἔξω ἔφυγον ἀπ ̓ ἐμοῦ.

ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίαςἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός.
ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν· ἐν τῷ ἐπισυναχθῆναι αὐτοὺς ἅμα ἐπ ̓ ἐμὲ τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο.
ἐγὼ δὲ ἐπὶ σοὶ ἤλπισαΚύριεεἶπα· σὺ εἶ ὁ Θεός μου.
ἐν ταῖς χερσί σου οἱ κλῆροί μου*· ρῦσαί με ἐκ χειρὸς ἐχθρῶν μου καὶ ἐκ τῶν καταδιωκόντων μεἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σουσῶσόν με ἐν τῷ ἐλέει σου.
Κύριεμὴ καταισχυνθείηνὅτι ἐπεκαλεσάμην σε· αἰσχυνθείησαν οἱ ἀσεβεῖς καὶ καταχθείησαν εἰς ᾅδου.
ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει.
ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σουΚύριεἧς ἔκρυψας τοῖς φοβουμένοις σεἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων.
κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου ἀπὸ ταραχῆς ἀνθρώπωνσκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν.
εὐλογητὸς Κύριοςὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς.
ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· ἀπέῤῥιμμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σουδιὰ τοῦτο εἰσήκουσας τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ.
ἀγαπήσατε τὸν Κύριον πάντες οἱ ὅσιοι αὐτοῦὅτι ἀληθείας ἐκζητεῖ Κύριος καὶ ἀνταποδίδωσι τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν.
ἀνδρίζεσθεκαὶ κραταιούσθω ἡ καρδία ὑμῶνπάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον.

ΨΑΛΜΟΣ 31ος

Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι·
μακάριος ἀνήρ
ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίανοὐδέ ἐστιν ἐν τῷ στόματι αὐτοῦ δόλος.
ὅτι ἐσίγησαἐπαλαιώθη τὰ ὀστᾶ μου ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν·
ὅτι ἡμέρας καὶ νυκτὸς ἐβαρύνθη ἐπ ̓ ἐμὲ ἡ χείρ σου
ἐστράφην εἰς ταλαιπωρίαν ἐν τῷ ἐμπαγῆναί μοι ἄκανθαν(διάψαλμα).
τὴν ἁμαρτίαν μου ἐγνώρισα καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα· εἶπα· ἐξαγορεύσω κατ ̓ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ· καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου(διάψαλμα).
ὑπὲρ ταύτης προσεύξεται πρὸς σὲ πᾶς ὅσιος ἐν καιρῷ εὐθέτῳ· πλὴν ἐν κατακλυσμῷ ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσι.
σύ μου εἶ καταφυγὴ ἀπὸ θλίψεως τῆς περιεχούσης με· τὸ ἀγαλλίαμά μουλύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με(διάψαλμα).
συνετιῶ σε καὶ συμβιβῶ σε ἐν ὁδῷ ταύτῃᾗ πορεύσῃἐπιστηριῶ ἐπὶ σὲ τοὺς ὀφθαλμούς μου.
μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονοςοἷς οὐκ ἔστι σύνεσιςἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ ἐγγιζόντων πρὸς σέ.
πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦτὸν δὲ ἐλπίζοντα ἐπὶ Κύριον ἔλεος κυκλώσει.
εὐφράνθητε ἐπὶ Κύριον καὶ ἀγαλλιᾶσθεδίκαιοικαὶ καυχᾶσθεπάντες οἱ εὐθεῖς τῇ καρδίᾳΔόξα... καὶ νῦν... Ἀλληλούΐα



ΚΑΘΙΣΜΑ ΠΕΜΠΤΟΝ
ΨΑΛΜΟΣ 
32
ος
Ἀγαλλιᾶσθεδίκαιοιἐν Κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις.
ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ.
ᾄσατε αὐτῷ ᾆσμα καινόνκαλῶς ψάλατε αὐτῷ ἐν ἀλαλαγμῷ.
ὅτι εὐθὴς ὁ λόγος τοῦ Κυρίουκαὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει·
ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν
τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ.
τῷ λόγῳ τοῦ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν·
συνάγων ὡσεὶ ἀσκὸν ὕδατα θαλάσσης
τιθεὶς ἐν θησαυροῖς ἀβύσσους.
φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆἀπ ̓ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην·
ὅτι αὐτὸς εἶπε καὶ ἐγενήθησαν
αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν.
Κύριος διασκεδάζει βουλὰς ἐθνῶνἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων·

ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένειλογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάνμακάριον τὸ ἔθνοςοὗ ἐστι Κύριος ὁ Θεὸς αὐτοῦλαόςὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριοςεἶδε πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων·
ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν
,

ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶνὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν.
οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμινκαὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦψευδὴς ἵππος εἰς σωτηρίανἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται.
ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦρύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ.
ἡ ψυχὴ ἡμῶν ὑπομενεῖ τῷ Κυρίῳὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν·
ὅτι ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν
καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμενγένοιτοΚύριετὸ ἔλεός σου ἐφ ̓ ἡμᾶςκαθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ΨΑΛΜΟΣ 33ος

Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷδιὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου.
ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου· ἀκουσάτωσαν πρᾳεῖςκαὶ εὐφρανθήτωσανμεγαλύνατε τὸν Κύριον σὺν ἐμοίκαὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό.
ἐξεζήτησα τὸν Κύριονκαὶ ἐπήκουσέ μου καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐῤῥύσατό μεπροσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητεκαὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ.
οὗτος ὁ πτωχὸς ἐκέκραξε καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν.

παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς.
γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος· μακάριος ἀνήρὃς ἐλπίζει ἐπ ̓ αὐτόν.
φοβήθητε τὸν Κύριον πάντες οἱ ἅγιοι αὐτοῦὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόνπλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασανοἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ(διάψαλμα).
δεῦτετέκναἀκούσατέ μου· φόβον Κυρίου διδάξω ὑμᾶς.
τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήνἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς;
παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον.
ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόνζήτησον εἰρήνην καὶ δίωξον αὐτήν.
ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίουςκαὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.
πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακὰ τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶνἐκέκραξαν οἱ δίκαιοικαὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶνκαὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς.
ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει.
πολλαὶ αἱ θλίψεις τῶν δικαίωνκαὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος·
φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν
ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται.
θάνατος ἁμαρτωλῶν πονηρόςκαὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσι.
λυτρώσεται Κύριος ψυχὰς δούλων αὐτοῦκαὶ οὐ μὴ πλημμελήσουσι πάντες οἱ ἐλπίζοντες ἐπ ̓ αὐτόν.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 34ος

ΔίκασόνΚύριετοὺς ἀδικοῦντάς μεπολέμησον τοὺς πολεμοῦντάς με.
ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ καὶ ἀνάστηθι εἰς τὴν βοήθειάν μου,
ἔκχεον ῥομφαίαν καὶ σύγκλεισον ἐξ ἐναντίας τῶν καταδιωκόντων με· εἶπον τῇ ψυχῇ μου· Σωτηρία σού εἰμι ἐγώ.
αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μουἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά.
γενηθήτωσαν ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμουκαὶ ἄγγελος Κυρίου ἐκθλίβων αὐτούς· γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημακαὶ ἄγγελος Κυρίου καταδιώκων αὐτούς·
ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν
μάτην ὠνείδισαν τὴν ψυχήν μου.
ἐλθέτω αὐτῷ παγίςἣν οὐ γινώσκεικαὶ ἡ θήραἣν ἔκρυψεσυλλαβέτω αὐτόνκαὶ ἐν τῇ παγίδι πεσεῖται ἐν αὐτῇ.

ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ Κυρίῳτερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ.
πάντα τὰ ὀστᾶ μου ἐροῦσι· Κύριετίς ὅμοιός σοιρυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν.
ἀναστάντες μοι μάρτυρες ἄδικοιἃ οὐκ ἐγίνωσκονἐπηρώτων με.
ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου.
ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μουκαὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται.
ὡς πλησίονὡς ἀδελφῷ ἡμετέρῳ οὕτως εὐηρέστουν· ὡς πενθῶν καὶ σκυθρωπάζωνοὕτως ἐταπεινούμην.
καὶ κατ ̓ ἐμοῦ εὐφράνθησαν καὶ συνήχθησανσυνήχθησαν ἐπ ̓ ἐμὲ μάστιγεςκαὶ οὐκ ἔγνωνδιεσχίσθησαν καὶ οὐ κατενύγησαν.
ἐπείρασάν μεἐξεμυκτήρισάν με μυκτηρισμῷἔβρυξαν ἐπ’ ἐμὲ τοὺς ὀδόντας αὐτῶν.
Κύριεπότε ἐπόψῃἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶνἀπὸ λεόντων τὴν μονογενῆ μου.
ἐξομολογήσομαί σοι ἐν ἐκκλησίᾳ πολλῇἐν λαῷ βαρεῖ αἰνέσω σε.
μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ἀδίκωςοἱ μισοῦντες με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοῖς.
ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν καὶ ἐπ ̓ ὀργὴν δόλους διελογίζοντο.
καὶ ἐπλάτυναν ἐπ ̓ ἐμὲ τὸ στόμα αὐτῶνεἶπαν· εὖγεεὖγεεἶδον οἱ ὀφθαλμοὶ ἡμῶν.
εἶδεςΚύριεμὴ παρασιωπήσῃςΚύριεμὴ ἀποστῇς ἀπ ̓ ἐμοῦ·
ἐξεγέρθητι
Κύριεκαὶ πρόσχες τῇ κρίσει μουὁ Θεός μου καὶ ὁ Κύριός μουεἰς τὴν δίκην μουκρῖνόν μεΚύριεκατὰ τὴν δικαιοσύνην σουΚύριε ὁ Θεός μουκαὶ μὴ ἐπιχαρείησάν μοι.
μὴ εἴποισαν ἐν καρδίαις αὐτῶν· εὖγεεὖγε τῇ ψυχῇ ἡμῶν· μηδὲ εἴποιεν· Κατεπίομεν αὐτόναἰσχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μουἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλοῤῥημονοῦντες ἐπ ̓ ἐμέ.
ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν οἱ θέλοντες τὴν δικαιοσύνην μου καὶ εἰπάτωσαν διαπαντός· μεγαλυνθήτω ὁ Κύριοςοἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ.
καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σουὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου.

ΨΑΛΜΟΣ 35ος

Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷοὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ·
ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι
.
τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ δόλοςοὐκ ἠβουλήθη συνιέναι τοῦ ἀγαθῦναι· ἀνομίαν διελογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦπαρέστη πάσῃ ὁδῷ οὐκ ἀγαθῇκακίᾳ δὲ οὐ προσώχθισε.

Κύριεἐν τῷ οὐρανῷ τὸ ἔλεός σουκαὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν·
ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ
τὰ κρίματά σου ὡσεὶ ἄβυσσος πολλή· ἀνθρώπους καὶ κτήνη σώσειςΚύριε.
ὡς ἐπλήθυνας τὸ ἔλεός σουὁ Θεός· οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι.
μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σουκαὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς· ὅτι παρὰ σοὶ πηγὴ ζωῆςἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε καὶ τὴν δικαιοσύνην σου τοῖς εὐθέσι τῇ καρδίᾳμὴ ἐλθέτω μοι ποὺς ὑπερηφανίαςκαὶ χεὶρ ἁμαρτωλοῦ μὴ σαλεύσαι με.
ἐκεῖ ἔπεσον πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίανἐξώσθησαν καὶ οὐ μὴ δύνωνται στῆναιΔόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 36ος

Μὴ παραζήλου ἐν πονηρευομένοις μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν·
ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται
ἔλπισον ἐπὶ Κύριον καὶ ποίει χρηστότητα καὶ κατασκήνου τὴν γῆνκαὶ ποιμανθήσῃ ἐπὶ τῷ πλούτῳ αὐτῆς.
κατατρύφησον τοῦ Κυρίουκαὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου.

ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου καὶ ἔλπισον ἐπ ̓ αὐτόνκαὶ αὐτὸς ποιήσει
καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου καὶ τὸ κρῖμά σου ὡς μεσημβρίαν
.
ὑποτάγηθι τῷ Κυρίῳ καὶ ἱκέτευσον αὐτόν· μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίαν.

παῦσαι ἀπὸ ὀργῆς καὶ ἐγκατάλιπε θυμόνμὴ παραζήλου ὥστε πονηρεύεσθαι·
ὅτι οἱ πονηρευόμενοι ἐξολοθρευθήσονται
οἱ δὲ ὑπομένοντες τὸν Κύριον αὐτοὶ κληρονομήσουσι γῆν.
καὶ ἔτι ὀλίγον καὶ οὐ μὴ ὑπάρξῃ ὁ ἁμαρτωλόςκαὶ ζητήσεις τὸν τόπον αὐτοῦκαὶ οὐ μὴ εὕρῃς· οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης.
παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ βρύξει ἐπ ̓ αὐτὸν τοὺς ὀδόντας αὐτοῦ·
ὁ δὲ Κύριος ἐκγελάσεται αὐτόν
ὅτι προβλέπει ὅτι ἥξει ἡ ἡμέρα αὐτοῦ.
ρομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοίἐνέτειναν τόξον αὐτῶν τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητατοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ·
ἡ ρομφαία αὐτῶν εἰσέλθοι εἰς τὰς καρδίας αὐτῶν καὶ τὰ τόξα αὐτῶν συντριβείη
.
κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν·
ὅτι βραχίονες ἁμαρτωλῶν συντριβήσονται
ὑποστηρίζει δὲ δικαίους ὁ Κύριος.
γινώσκει Κύριος τὰς ὁδοὺς τῶν ἀμώμωνκαὶ ἡ κληρονομία αὐτῶν εἰς τὸν αἰῶνα ἔσται·
οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται
.
ὅτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνταιοἱ δὲ ἐχθροὶ τοῦ Κυρίου ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον.
δανείζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτίσειὁ δὲ δίκαιος οἰκτείρει καὶ δίδωσιν·
ὅτι οἱ εὐλογοῦντες αὐτὸν κληρονομήσουσι γῆν
οἱ δὲ καταρώμενοι αὐτὸν ἐξολοθρευθήσονταιπαρὰ Κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεταικαὶ τὴν ὁδὸν αὐτοῦ θελήσει σφόδρα· ὅταν πέσῃοὐ καταῤῥαχθήσεταιὅτι Κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ.
νεώτερος ἐγενόμην καὶ γὰρ ἐγήρασα καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένονοὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους·
ὅλην τὴν ἡμέραν ἐλεεῖ καὶ δανείζει ὁ δίκαιος
καὶ τὸ σπέρμα αὐτοῦ εἰς εὐλογίαν ἔσται.
ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθὸν καὶ κατασκήνου εἰς αἰῶνα αἰῶνος·
ὅτι Κύριος ἀγαπᾷ κρίσιν καὶ οὐκ ἐγκαταλείψει τοὺς ὁσίους αὐτοῦ
εἰς τὸν αἰῶνα φυλαχθήσονται· ἄνομοι δὲ ἐκδιωχθήσονταικαὶ σπέρμα ἀσεβῶν ἐξολοθρευθήσεται.
δίκαιοι δὲ κληρονομήσουσι γῆν καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος ἐπ ̓ αὐτῆς.
στόμα δικαίου μελετήσει σοφίανκαὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
ὁ νόμος τοῦ Θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦκαὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦκατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτόν,
ὁ δὲ Κύριος οὐ μὴ ἐγκαταλίπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦοὐδὲ μὴ καταδικάσηται αὐτόνὅταν κρίνηται αὐτῷ.
ὑπόμεινον τὸν Κύριον καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦκαὶ ὑψώσει σε τοῦ κατακληρονομῆσαι γῆν· ἐν τῷ ἐξολοθρεύεσθαι ἁμαρτωλοὺς ὄψει.
εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου·
καὶ παρῆλθον
καὶ ἰδοὺ οὐκ ἦνκαὶ ἐζήτησα αὐτόνκαὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ.
φύλασσε ἀκακίαν καὶ ἴδε εὐθύτηταὅτι ἐστὶν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ·
οἱ δὲ παράνομοι ἐξολοθρευθήσονται ἐπὶ τὸ αὐτό
τὰ ἐγκαταλείμματα τῶν ἀσεβῶν ἐξολοθρευθήσονται.
σωτηρία δὲ τῶν δικαίων παρὰ Κυρίουκαὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν ἐν καιρῷ θλίψεως,
καὶ βοηθήσει αὐτοῖς Κύριος καὶ ῥύσεται αὐτοὺς καὶ ἐξελεῖται αὐτοὺς ἐξ ἁμαρτωλῶν καὶ σώσει αὐτούςὅτι ἤλπισαν ἐπ ̓ αὐτόν.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα


ΚΑΘΙΣΜΑ ΕΚΤΟΝ
ΨΑΛΜΟΣ 
37
ος
Κύριεμὴ τῷ θυμῷ σου ἐλέγξῃς μεμηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοικαὶ ἐπεστήριξας ἐπ ̓ ἐμὲ τὴν χεῖρά σου·
οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου
οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου.

ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μουὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ ̓ ἐμέπροσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου· ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλουςὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμηνὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτωνκαὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου·

ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδραὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου.
Κύριεἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μουκαὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη.
ἡ καρδία μου ἐταράχθηἐγκατέλιπέ με ἡ ἰσχύς μουκαὶ τὸ φῶς τῶν ὀφθαλμῶν μουκαὶ αὐτὸ οὐκ ἔστι μετ ̓ ἐμοῦ.
οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησανκαὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν·
καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου
καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότηταςκαὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν.
ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ·
καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς
.
ὅτι ἐπὶ σοίΚύριεἤλπισα· σὺ εἰκακούσῃΚύριε ὁ Θεός μου.
ὅτι εἶπα· μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ ̓ ἐμὲ ἐμεγαλοῤῥημόνησαν.
ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμοςκαὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διαπαντός.
ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου.
οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέκαὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως·
οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με
ἐπεὶ κατεδίωκον ἀγαθωσύνην.
μὴ ἐγκαταλίπῃς μεΚύριε· ὁ Θεός μουμὴ ἀποστῇς ἀπ ̓ ἐμοῦ·
πρόσχες εἰς τὴν βοήθειάν μου
Κύριε τῆς σωτηρίας μου.

ΨΑΛΜΟΣ 38ος

Εἶπα· φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου· ἐθέμην τῷ στόματί μου φυλακὴν ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου.
ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶνκαὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη.
ἐθερμάνθη ἡ καρδία μου ἐντός μουκαὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρἐλάλησα ἐν γλώσσῃ μου·

γνώρισόν μοιΚύριετὸ πέρας μου καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μουτίς ἐστινἵνα γνῶ τί ὑστερῶ ἐγώ.
ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μουκαὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου· πλὴν τὰ σύμπαντα ματαιότηςπᾶς ἄνθρωπος ζῶν(διάψαλμα).

μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωποςπλὴν μάτην ταράσσεται· θησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά.
καὶ νῦν τίς ἡ ὑπομονή μουοὐχὶ ὁ Κύριοςκαὶ ἡ ὑπόστασίς μου παρὰ σοί ἐστιν.
ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί μεὄνειδος ἄφρονι ἔδωκάς με.

ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μουὅτι σὺ ἐποίησας.
ἀπόστησον ἀπ ̓ ἐμοῦ τὰς μάστιγάς σου· ἀπὸ γὰρ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον.
ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ· πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος(διάψαλμα).
εἰσάκουσον τῆς προσευχῆς μουΚύριεκαὶ τῆς δεήσεώς μουἐνώτισαι τῶν δακρύων μου· μὴ παρασιωπήσῃςὅτι πάροικος ἐγώ εἰμι παρὰ σοὶ καὶ παρεπίδημος καθὼς πάντες οἱ πατέρες μουἄνες μοιἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν καὶ οὐκέτι μὴ ὑπάρξω.

ΨΑΛΜΟΣ 39ος

Ὑπομένων ὑπέμεινα τὸν Κύριονκαὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου
καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου
καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν
ὕμνον τῷ Θεῷ ἡμῶν· ὄψονται πολλοὶ καὶ φοβηθήσονται καὶ ἐλπιοῦσιν ἐπὶ Κύριον.
μακάριος ἀνήροὗ ἐστι τὸ ὄνομα Κυρίου ἐλπὶς αὐτοῦκαὶ οὐκ ἐπέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς.

πολλὰ ἐποίησας σύΚύριε ὁ Θεός μουτὰ θαυμάσιά σουκαὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστι τίς ὁμοιωθήσεταί σοι· ἀπήγγειλα καὶ ἐλάλησαἐπληθύνθησαν ὑπὲρ ἀριθμόν.
θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησαςσῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας.

τότε εἶπον· ἰδοὺ ἥκωἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ·
τοῦ ποιῆσαι τὸ θέλημά σου
ὁ Θεός μουἐβουλήθην καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μουεὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ· ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω· Κύριεσὺ ἔγνως.
τὴν δικαιοσύνην σου οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μουτὴν ἀλήθειάν σου καὶ τὸ σωτήριόν σου εἶπαοὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἀπὸ συναγωγῆς πολλῆς.
σὺ δέΚύριεμὴ μακρύνῃς τοὺς οἰκτιρμούς σου ἀπ ̓ ἐμοῦ· τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου διαπαντὸς ἀντιλάβοιντό μου.
ὅτι περιέσχον με κακάὧν οὐκ ἔστιν ἀριθμόςκατέλαβόν με αἱ ἀνομίαι μουκαὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν· ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μουκαὶ ἡ καρδία μου ἐγκατέλιπέ μεεὐδόκησονΚύριετοῦ ρύσασθαί με· Κύριεεἰς τὸ βοηθῆσαί μοι πρόσχες.
καταισχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν ψυχήν μου τοῦ ἐξᾶραι αὐτήν· ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ θέλοντές μοι κακά·
κομισάσθωσαν παραχρῆμα αἰσχύνην αὐτῶν οἱ λέγοντές μοι· εὖγε
εὖγε.
ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σεΚύριεκαὶ εἰπάτωσαν διαπαντός· μεγαλυνθήτω ὁ Κύριοςοἱ ἀγαπῶντες τὸ σωτήριόν σου.
ἐγὼ δὲ πτωχός εἰμι καὶ πένηςΚύριος φροντιεῖ μουβοηθός μου καὶ ὑπερασπιστής μου εἶ σύ· ὁ Θεός μουμὴ χρονίσῃς.

ΨΑΛΜΟΣ 40ος

Μακάριος ὁ συνιῶν ἐπὶ πτωχὸν καὶ πένητα· ἐν ἡμέρᾳ πονηρᾷ ρύσεται αὐτὸν ὁ Κύριος.
Κύριος διαφυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ καὶ μὴ παραδῷ αὐτὸν εἰς χεῖρας ἐχθρῶν αὐτοῦ.
Κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ· ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀῤῥωστίᾳ αὐτοῦ.
ἐγὼ εἶπα· Κύριεἐλέησόν μεἴασαι τὴν ψυχήν μουὅτι ἥμαρτόν σοι.
οἱ ἐχθροί μου εἶπαν κακά μοι· πότε ἀποθανεῖταικαὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ;
καὶ εἰσεπορεύετο τοῦ ἰδεῖνμάτην ἐλάλει· ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷἐξεπορεύετο ἔξω καὶ ἐλάλει ἐπὶ τὸ αὐτό.
κατ ̓ ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μουκατ ̓ ἐμοῦ ἐλογίζοντο κακά μοι·
λόγον παράνομον κατέθεντο κατ ̓ ἐμοῦ· μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι
;
καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μουἐφ ̓ ὃν ἤλπισαὁ ἐσθίων ἄρτους μουἐμεγάλυνεν ἐπ ̓ ἐμὲ πτερνισμόν.
σὺ δέΚύριεἐλέησόν με καὶ ἀνάστησόν μεκαὶ ἀνταποδώσω αὐτοῖς.
ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς μεὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ ̓ ἐμέ.
ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβουκαὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα.
εὐλογητὸς Κύριος ὁ Θεὸς ̓Ισραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶναγένοιτογένοιτο.

ΨΑΛΜΟΣ 41ος

Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτωνοὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρός σέὁ Θεός.
ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ;

ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτὸς ἐν τῷ λέγεσθαί μοι καθ ̓ ἑκάστην ἡμέραν· ποῦ ἐστιν ὁ Θεός σου;
ταῦτα ἐμνήσθην καὶ ἐξέχεα ἐπ ̓ ἐμὲ τὴν ψυχήν μουὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος.

ἱνατί περίλυπος εἶἡ ψυχή μουκαὶ ἱνατί συνταράσσεις μεἔλπισον ἐπὶ τὸν Θεόνὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου.
πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη· διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς ̓Ιορδάνου καὶ

̓Ερμωνιείμἀπὸ ὄρους μικροῦ.
ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταῤῥακτῶν σουπάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ ̓ ἐμὲ διῆλθον.
ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦκαὶ νυκτὸς ᾠδὴ αὐτῷ παρ ̓ ἐμοίπροσευχὴ τῷ Θεῷ τῆς ζωῆς μου.
ἐρῶ τῷ Θεῷ· ἀντιλήπτωρ μου εἶ· διατί μου ἐπελάθουκαὶ ἱνατί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου;
ἐν τῷ καταθλᾶσθαι τὰ ὀστᾶ μου ὠνείδιζόν με οἱ ἐχθροί μουἐν τῷ λέγειν αὐτούς μοι καθ ̓ ἑκάστην ἡμέραν· Ποῦ ἐστιν ὁ Θεός σου;
ἱνατί περίλυπος εἶἡ ψυχή μουκαὶ ἱνατί συνταράσσεις μεἔλπισον ἐπὶ τὸν Θεόνὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου.

ΨΑΛΜΟΣ 42ος

Κρῖνόν μεὁ Θεόςκαὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου· ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίου ῥῦσαί με.
ὅτι σὺ εἶ ὁ Θεὸς κραταίωμά μου· ἱνατί ἀπώσω μεκαὶ ἱνατί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου;

ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου· αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου καὶ εἰς τὰ σκηνώματά σου.
καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ Θεοῦπρὸς τὸν Θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου· ἐξομολογήσομαί σοι ἐν κιθάρᾳὁ Θεόςὁ Θεός μου.

ἱνατί περίλυπος εἶἡ ψυχή μουκαὶ ἱνατί συνταράσσεις μεἔλπισον ἐπὶ τὸν Θεόνὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 43ος

Ὁ Θεόςἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμενκαὶ οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργονὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶνἐν ἡμέραις ἀρχαίαις.
ἡ χείρ σου ἔθνη ἐξωλόθρευσεκαὶ κατεφύτευσας αὐτούςἐκάκωσας λαοὺς καὶ ἐξέβαλες αὐτούςοὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆνκαὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούςἀλλ ̓ ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σουὅτι ηὐδόκησας ἐν αὐτοῖς.

σὺ εἶ αὐτὸς ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου ὁ ἐντελλόμενος τὰς σωτηρίας ̓Ιακώβ·
ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν
.
οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶκαὶ ἡ ρομφαία μου οὐ σώσει με·
ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας
.
ἐν τῷ Θεῷ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέραν καὶ ἐν τῷ ὀνόματί σου ἐξομολογηθησόμεθα εἰς τὸν αἰῶνα(διάψαλμα).
νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς καὶ οὐκ ἐξελεύσῃὁ Θεόςἐν ταῖς δυνάμεσιν ἡμῶνἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶνκαὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς.
ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως καὶ ἐν τοῖς ἔθνεσι διέσπειρας ἡμᾶς·
ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς
καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλαλάγμασιν αὐτῶν.
ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶνμυκτηρισμὸν καὶ χλευασμὸν τοῖς κύκλῳ ἡμῶν·
ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσιν
κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς.
ὅλην τὴν ἡμέραν ἡ ἐντροπή μου κατεναντίον μού ἐστικαὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με
ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ καταλαλοῦντος
ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος.
ταῦτα πάντα ἦλθεν ἐφ ̓ ἡμᾶς καὶ οὐκ ἐπελαθόμεθά σου καὶ οὐκ ἠδικήσαμεν ἐν τῇ διαθήκῃ σουκαὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν καὶ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σουὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεωςκαὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου.
εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ Θεοῦ ἡμῶν καὶ εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς Θεὸν ἀλλότριον,

οὐχὶ ὁ Θεὸς ἐκζητήσει ταῦτααὐτὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας.
ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέρανἐλογίσθημεν ὡς πρόβατα σφαγῆςἐξεγέρθητι· ἱνατί ὑπνοῖςΚύριεἀνάστηθι καὶ μὴ ἀπώσῃ εἰς τέλος.
ἱνατί τὸ πρόσωπόν σου ἀποστρέφειςἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶνὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶνἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν.
ἀνάσταΚύριεβοήθησον ἡμῖν καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου.

ΨΑΛΜΟΣ 44ος

Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόνλέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.
ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπωνἐξεχύθη χάρις ἐν χείλεσί σου· διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα.

περίζωσαι τὴν ρομφαίαν σου ἐπὶ τὸν μηρόν σουδυνατέτῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πρᾳότητος καὶ δικαιοσύνηςκαὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου.
τὰ βέλη σου ἠκονημέναδυνατέ λαοὶ ὑποκάτω σου πεσοῦνται— ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως.

ὁ θρόνος σουὁ Θεόςεἰς τὸν αἰῶνα τοῦ αἰῶνοςράβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σουἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
σμύρνα καὶ στακτὴ καὶ κασσία ἀπὸ τῶν ἱματίων σου ἀπὸ βάρεων ἐλεφαντίνωνἐξ ὧν εὔφρανάν σε.

θυγατέρας βασιλέων ἐν τῇ τιμῇ σου· παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένηπεποικιλμένη.
ἄκουσονθύγατερκαὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου·

καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σουὅτι αὐτός ἐστι Κύριός σου,
καὶ προσκυνήσεις αὐτῷκαὶ θυγάτηρ Τύρου ἐν δώροις· τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθενἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένηπεποικιλμένη.
ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆςαἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι· ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσειἀχθήσονται εἰς ναὸν βασιλέως.
ἀντὶ τῶν πατέρων σου ἐγενήθησαν υἱοί σου· καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆνμνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ· διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ΨΑΛΜΟΣ 45ος

Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμιςβοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα.
διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν.
ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶνἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ(διάψαλμα).
τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ· ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ ῞Υψιστος.
ὁ Θεὸς ἐν μέσῳ αὐτῆς καὶ οὐ σαλευθήσεται· βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρὸς πρωΐ πρωΐἐταράχθησαν ἔθνηἔκλιναν βασιλεῖαι· ἔδωκε φωνὴν αὐτοῦἐσαλεύθη ἡ γῆ.
Κύριος τῶν δυνάμεων μεθ ̓ ἡμῶνἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς ̓Ιακώβ(διάψαλμα).
δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς.
ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς τόξον συντρίψει καὶ συνθλάσει ὅπλον καὶ θυρεοὺς κατακαύσει ἐν πυρί.
σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός· ὑψωθήσομαι ἐν τοῖς ἔθνεσινὑψωθήσομαι ἐν τῇ γῇΚύριος τῶν δυνάμεων μεθ ̓ ἡμῶνἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς ̓Ιακώβ.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα


ΚΑΘΙΣΜΑ ΕΒΔΟΜΟΝ
ΨΑΛΜΟΣ 
46
ος
Πάντα τὰ ἔθνη κροτήσατε χεῖραςἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.
ὅτι Κύριος ὕψιστοςφοβερόςβασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.
ὑπέταξε λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν·
ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ
τὴν καλλονὴν ̓Ιακώβἣν ἠγάπησεν(διάψαλμα)ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷΚύριος ἐν φωνῇ σάλπιγγος.
ψάλατε τῷ Θεῷ ἡμῶνψάλατεψάλατε τῷ βασιλεῖ ἡμῶνψάλατε,
ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεόςψάλατε συνετῶς.
ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνηὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ.
ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ ̔Αβραάμὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.

ΨΑΛΜΟΣ 47ος

Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶνἐν ὄρει ἁγίῳ αὐτοῦ,
εὐρίζῳ ἀγαλλιάματι πάσης τῆς γῆςὄρη Σιώντὰ πλευρὰ τοῦ Βορρᾶἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου.
ὁ Θεὸς ἐν τοῖς βάρεσιν αὐτῆς γινώσκεταιὅταν ἀντιλαμβάνηται αὐτῆς.
ὅτι ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθησανἤλθοσαν ἐπὶ τὸ αὐτό·
αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν
ἐταράχθησανἐσαλεύθησαν,
τρόμος ἐπελάβετο αὐτῶνἐκεῖ ὠδῖνες ὡς τικτούσης.
ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσίς.
καθάπερ ἠκούσαμενοὕτω καὶ εἴδομεν ἐν πόλει Κυρίου τῶν δυνάμεωνἐν πόλει τοῦ Θεοῦ ἡμῶν· ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα(διάψαλμα).
ὑπελάβομενὁ Θεόςτὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου.
κατὰ τὸ ὄνομά σουὁ Θεόςοὕτω καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς· δικαιοσύνης πλήρης ἡ δεξιά σου.
εὐφρανθήτω τὸ ὄρος Σιώνἀγαλλιάσθωσαν αἱ θυγατέρες τῆς ̓Ιουδαίας ἕνεκεν κριμάτων σουΚύριε.
κυκλώσατε Σιὼν καὶ περιλάβετε αὐτήνδιηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς,
θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆςὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν.
ὅτι οὗτός ἐστιν ὁ Θεὸς ἡμῶν εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας.

ΨΑΛΜΟΣ 48ος

Ἀκούσατε ταῦταπάντα τὰ ἔθνηἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένηνοἵ τε γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπωνἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης.
τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν·
κλινῶ εἰς παραβολὴν τὸ οὖς μου
ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου.

ἱνατί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με.
οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώμενοιἀδελφὸς οὐ λυτροῦταιλυτρώσεται ἄνθρωποςοὐ δώσει τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ
καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ
καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα
καὶ ζήσεται εἰς τέλος· οὐκ ὄψεται καταφθοράν
,
ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκονταςἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν,
καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνασκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεάνἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν αὐτῶν.
καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεπαρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς.
αὕτη ἡ ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖςκαὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσι(διάψαλμα).

ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντοθάνατος ποιμανεῖ αὐτούς· καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωΐκαὶ ἡ βοήθεια αὐτῶν παλαιωθήσεται ἐν τῷ ᾅδῃἐκ τῆς δόξης αὐτῶν ἐξώσθησαν.
πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδουὅταν λαμβάνῃ με(διάψαλμα).
μὴ φοβοῦὅταν πλουτήσῃ ἄνθρωπος καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ·

ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάνταοὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦὅτι ἡ ψυχὴ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ εὐλογηθήσεται· ἐξομολογήσεταί σοιὅταν ἀγαθύνῃς αὐτῷεἰσελεύσεται ἕως γενεᾶς πατέρων αὐτοῦἕως αἰῶνος οὐκ ὄψεται φῶς.
καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεπαρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς.

Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 49ος

Θεὸς θεῶν Κύριος ἐλάλησε καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν.
ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ,
ὁ Θεὸς ἐμφανῶς ἥξειὁ Θεὸς ἡμῶνκαὶ οὐ παρασιωπήσεται· πῦρ ἐνώπιον αὐτοῦ καυθήσεταικαὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα.
προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ·
συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ
τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαιςκαὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦὅτι ὁ Θεὸς κριτής ἐστι(διάψαλμα)ἄκουσονλαός μουκαὶ λαλήσω σοἰΙσραήλκαὶ διαμαρτύρομαί σοι· ὁ Θεὸς ὁ Θεός σού εἰμι ἐγώ.
οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σετὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μου ἐστὶ διαπαντόςοὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους.
ὅτι ἐμά ἐστι πάντα τὰ θηρία τοῦ δρυμοῦκτήνη ἐν τοῖς ὄρεσι καὶ βόες·
ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ
καὶ ὡραιότης ἀγροῦ μετ ̓ ἐμοῦ ἐστιν.
ἐὰν πεινάσωοὐ μή σοι εἴπω· ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς.
μὴ φάγομαι κρέα ταύρωνἢ αἷμα τράγων πίομαι;
θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ ̔Υψίστῳ τὰς εὐχάς σου·
καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου
καὶ ἐξελοῦμαί σεκαὶ δοξάσεις με(διάψαλμα).
τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· ἱνατί σὺ διηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου;
σὺ δὲ ἐμίσησας παιδείαν καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω.
εἰ ἐθεώρεις κλέπτηνσυνέτρεχες αὐτῷκαὶ μετὰ μοιχοῦ τὴν μερίδα σου ἐτίθεις.
τὸ στόμα σου ἐπλεόνασε κακίανκαὶ ἡ γλῶσσά σου περιέπλεκε δολιότητα·
καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον
.
ταῦτα ἐποίησαςκαὶ ἐσίγησα· ὑπέλαβες ἀνομίανὅτι ἔσομαί σοι ὅμοιος· ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου.
σύνετε δὴ ταῦταοἱ ἐπιλανθανόμενοι τοῦ Θεοῦμήποτε ἁρπάσῃκαὶ οὐ μὴ ᾖ ὁ ρυόμενοςθυσία αἰνέσεως δοξάσει μεκαὶ ἐκεῖ ὁδόςᾗ δείξω αὐτῷ τὸ σωτήριόν μου.

ΨΑΛΜΟΣ 50ος

Ἐλέησόν μεὁ Θεόςκατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου·
ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με
.
ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκωκαὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός.

σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησαὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σουκαὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθηνκαὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησαςτὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

ραντιεῖς με ὑσσώπῳκαὶ καθαρισθήσομαιπλυνεῖς μεκαὶ ὑπὲρ χιόνα λευκανθήσομαιἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνηνἀγαλλιάσονται ὀστέα τεταπεινωμέναἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψονκαρδίαν καθαρὰν κτίσον ἐν ἐμοίὁ Θεόςκαὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ ̓ ἐμοῦἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
διδάξω ἀνόμους τὰς ὁδούς σουκαὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
ρῦσαί με ἐξ αἱμάτωνὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

Κύριετὰ χείλη μου ἀνοίξειςκαὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
ὅτι εἰ ἠθέλησας θυσίανἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένονκαρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
ἀγάθυνονΚύριεἐν τῇ εὐδοκίᾳ σου τὴν Σιώνκαὶ οἰκοδομηθήτω τὰ τείχη ̔Ιερουσαλήμ·
τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης
ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 51ος

Τί ἐγκαυχᾷ ἐν κακίᾳὁ δυνατόςἀνομίαν ὅλην τὴν ἡμέραν;
ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου· ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον.
ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνηνἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην(διάψαλμα)ἠγάπησας πάντα τὰ ρήματα καταποντισμοῦγλῶσσαν δολίαν.
διὰ τοῦτο ὁ Θεὸς καθέλοι σε εἰς τέλος· ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματός σου καὶ τὸ ρίζωμά σου ἐκ γῆς ζώντων(διάψαλμα).
ὄψονται δίκαιοι καὶ φοβηθήσονται καὶ ἐπ ̓ αὐτὸν γελάσονται καὶ ἐροῦσιν·
ἰδοὺ ἄνθρωπος
ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦἀλλ ̓ ἐπήλπισεν ἐπὶ τὸ πλῆθος τοῦ πλούτου αὐτοῦ καὶ ἐνεδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ.
ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ· ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶναὅτι ἐποίησαςκαὶ ὑπομενῶ τὸ ὄνομά σουὅτι χρηστὸν ἐναντίον τῶν ὁσίων σου.

ΨΑΛΜΟΣ 52ος

Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεόςδιεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαιςοὐκ ἔστι ποιῶν ἀγαθόν.
ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν ἢ ἐκζητῶν τὸν Θεόν.

πάντες ἐξέκλινανἅμα ἠχρειώθησανοὐκ ἔστι ποιῶν ἀγαθόνοὐκ ἔστιν ἕως ἑνός.
οὐχί γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίανοἱ κατεσθίοντες τὸν λαόν μου ἐν βρώσει ἄρτου τὸν Κύριον οὐκ ἐπεκαλέσαντο.
ἐκεῖ ἐφοβήθησαν φόβονοὗ οὐκ ἦν φόβοςὅτι ὁ Θεὸς διεσπόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων· κατῃσχύνθησανὅτι ὁ Θεὸς ἐξουδένωσεν αὐτούς.
τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ ̓Ισραήλἐν τῷ ἀποστρέψαι τὸν Θεὸν τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται ̓Ιακὼβ καὶ εὐφρανθήσεται ̓Ισραήλ.

ΨΑΛΜΟΣ 53ος

Ὁ Θεόςἐν τῷ ὀνόματί σου σῶσόν με καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με.
ὁ Θεόςεἰσάκουσον τῆς προσευχῆς μουἐνώτισαι τὰ ρήματα τοῦ στόματός μου.
ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ ̓ ἐμὲ καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου καὶ οὐ προέθεντο τὸν Θεὸν ἐνώπιον αὐτῶν(διάψαλμα).
ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοικαὶ ὁ Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου.
ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου· ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς.
ἑκουσίως θύσω σοιἐξομολογήσομαι τῷ ὀνόματί σουΚύριεὅτι ἀγαθόν·
ὅτι ἐκ πάσης θλίψεως ἐρρύσω με
καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου.

ΨΑΛΜΟΣ 54ος

Ἐνώτισαιὁ Θεόςτὴν προσευχήν μου καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου,

πρόσχες μοι καὶ εἰσάκουσόν μουἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου καὶ ἐταράχθην
ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ
ὅτι ἐξέκλιναν ἐπ ̓ ἐμὲ ἀνομίαν καὶ ἐν ὀργῇ ἐνεκότουν μοι.
ἡ καρδία μου ἐταράχθη ἐν ἐμοίκαὶ δειλία θανάτου ἐπέπεσεν ἐπ ̓ ἐμέ·
φόβος καὶ τρόμος ἦλθεν ἐπ ̓ ἐμέ
καὶ ἐκάλυψέ με σκότος.
καὶ εἶπα· τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς καὶ πετασθήσομαι καὶ καταπαύσω;
ἰδοὺ ἐμάκρυνα φυγαδεύων καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ(διάψαλμα).
προσεδεχόμην τὸν σῴζοντά μεἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος.
καταπόντισονΚύριεκαὶ καταδίελε τὰς γλώσσας αὐτῶνὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει.
ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆςκαὶ ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς
καὶ ἀδικία
καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος.
ὅτι εἰ ἐχθρὸς ὠνείδισέ μεὑπήνεγκα ἄνκαὶ εἰ ὁ μισῶν ἐπ ̓ ἐμὲ ἐμεγαλορρημόνησενἐκρύβην ἂν ἀπ ̓ αὐτοῦ.
σὺ δέἄνθρωπε ἰσόψυχεἡγεμών μου καὶ γνωστέ μου,
ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματαἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐπορεύθην ἐν ὁμονοίᾳ.
ἐλθέτω δὴ θάνατος ἐπ ̓ αὐτούςκαὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες· ὅτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν.
ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξακαὶ ὁ Κύριος εἰσήκουσέ μου.
ἑσπέρας καὶ πρωΐ καὶ μεσημβρίας διηγήσομαι καὶ ἀπαγγελῶκαὶ εἰσακούσεται τῆς φωνῆς μουλυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου ἀπὸ τῶν ἐγγιζόντων μοιὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοίεἰσακούσεται ὁ Θεὸς καὶ ταπεινώσει αὐτοὺς ὁ ὑπάρχων πρὸ τῶν αἰώνων(διάψαλμα).
οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμαὅτι οὐκ ἐφοβήθησαν τὸν Θεόν.
ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι· ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ.
διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦκαὶ ἤγγισαν αἱ καρδίαι αὐτῶν· ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιονκαὶ αὐτοί εἰσι βολίδες.
ἐπίρριψον ἐπὶ Κύριον τὴν μέριμνάν σουκαὶ αὐτός σε διαθρέψει· οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ.
σὺ δέὁ Θεόςκατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς· ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶνἐγὼ δέΚύριεἐλπιῶ ἐπὶ σέ.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα


ΚΑΘΙΣΜΑ ΟΓΔΟΟΝ
ΨΑΛΜΟΣ 
55
ος
Ἐλέησόν μεὁ Θεόςὅτι κατεπάτησέ με ἄνθρωποςὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέ μεκατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέρανὅτι πολλοὶ οἱ πολεμοῦντες με ἀπὸ ὕψουςἡμέρας οὐ φοβηθήσομαιἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ.
ἐν τῷ Θεῷ ἐπαινέσω τοὺς λόγους μουἐπὶ τῷ Θεῷ ἤλπισαοὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδελύσσοντοκατ ̓ ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν.
παροικήσουσι καὶ κατακρύψουσιν· αὐτοὶ τὴν πτέρναν μου φυλάξουσικαθάπερ ὑπέμειναν τῇ ψυχῇ μου.
ὑπὲρ τοῦ μηθενὸς σώσεις αὐτούςἐν ὀργῇ λαοὺς κατάξειςὁ Θεός,
τὴν ζωήν μου ἐξήγγειλά σοιἔθου τὰ δάκρυά μου ἐνώπιόν σου ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σουἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσωἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε· ἰδοὺ ἔγνων ὅτι Θεός μου εἶ σύ.
ἐπὶ τῷ Θεῷ αἰνέσω ρῆμαἐπὶ τῷ Κυρίῳ αἰνέσω λόγον.
ἐπὶ τῷ Θεῷ ἤλπισαοὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος.
ἐν ἐμοίὁ Θεόςεὐχαίἃς ἀποδώσω αἰνέσεώς σου,
ὅτι ἐρρύσω τὴν ψυχήν μου ἐκ θανάτου καὶ τοὺς πόδας μου ἐξ ὀλισθήματος· εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν φωτὶ ζώντων.

ΨΑΛΜΟΣ 56ος

Ἐλέησόν μεὁ Θεόςἐλέησόν μεὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων

σου ἐλπιῶἕως οὗ παρέλθῃ ἡ ἀνομία.
κεκράξομαι πρὸς τὸν Θεὸν τὸν ῞Υψιστοντὸν Θεὸν τὸν εὐεργετήσαντά με.
ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέ μεἔδωκεν εἰς ὄνειδος τοὺς καταπατοῦντάς με(διάψαλμα)ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ
καὶ ἐρρύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων
ἐκοιμήθην τεταραγμένος· υἱοὶ ἀνθρώπωνοἱ ὀδόντες αὐτῶν ὅπλα καὶ βέληκαὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα.
ὑψώθητι ἐπὶ τοὺς οὐρανούςὁ Θεόςκαὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.
παγίδα ἡτοίμασαν τοῖς ποσί μου καὶ κατέκαμψαν τὴν ψυχήν μου· ὤρυξαν πρὸ προσώπου μου βόθρον καὶ ἐνέπεσαν εἰς αὐτόν(διάψαλμα).
ἑτοίμη ἡ καρδία μουὁ Θεόςἑτοίμη ἡ καρδία μουᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μουἐξεγέρθητιἡ δόξα μου· ἐξεγέρθητιψαλτήριον καὶ κιθάρα· ἐξεγερθήσομαι ὄρθρουἐξομολογήσομαί σοι ἐν λαοῖςΚύριεψαλῶ σοι ἐν ἔθνεσι,
ὅτι ἐμεγαλύνθη ἕως τῶν οὐρανῶν τὸ ἔλεός σου καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου.
ὑψώθητι ἐπὶ τοὺς οὐρανούςὁ Θεόςκαὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.

ΨΑΛΜΟΣ 57ος

Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτεεὐθείας κρίνετε οἱ υἱοὶ τῶν ἀνθρώπων;
καὶ γὰρ ἐν καρδίᾳ ἀνομίαν ἐργάζεσθε ἐν τῇ γῇἀδικίαν αἱ χεῖρες ὑμῶν συμπλέκουσινἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτραςἐπλανήθησαν ἀπὸ γαστρόςἐλάλησαν ψευδῆθυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεωςὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆςἥτις οὐκ εἰσακούσεται φωνῆς ἐπᾳδόντωνφαρμάκου τε φαρμακευομένου παρὰ σοφοῦ.
ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶντὰς μύλας τῶν λεόντων συνέθλασεν ὁ Κύριος·
ἐξουδενωθήσονται ὡσεὶ ὕδωρ διαπορευόμενον· ἐκτενεῖ τὸ τόξον αὐτοῦ ἕως οὗ ἀσθενήσουσιν
ὡσεὶ κηρὸς τακεὶς ἀνταναιρεθήσονται· ἔπεσε πῦρ ἐπ ̓ αὐτούςκαὶ οὐκ εἶδον τὸν ἥλιον.
πρὸ τοῦ συνιέναι τὰς ἀκάνθας αὐτῶν τὴν ράμνονὡσεὶ ζῶνταςὡσεὶ ἐν ὀργῇ καταπίεται αὐτούςεὐφρανθήσεται δίκαιοςὅταν ἴδῃ ἐκδίκησιν· τὰς χεῖρας αὐτοῦ νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ.
καὶ ἐρεῖ ἄνθρωπος· εἰ ἄρα ἐστὶ καρπὸς τῷ δικαίῳἄρα ἐστὶν ὁ Θεὸς κρίνων αὐτοὺς ἐν τῇ γῇΔόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 58ος

Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μουὁ Θεόςκαὶ ἐκ τῶν ἐπανισταμένων ἐπ ̓ ἐμὲ λύτρωσαί με·
ρῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με
.
ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μουἐπέθεντο ἐπ ̓ ἐμὲ κραταιοίοὔτε ἡ ἀνομία μου οὔτε ἡ ἁμαρτία μουΚύριε·
ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα· ἐξεγέρθητι εἰς συνάντησίν μου καὶ ἴδε
.
καὶ σύΚύριεὁ Θεὸς τῶν δυνάμεωνὁ Θεὸς τοῦ ̓Ισραήλπρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνημὴ οἰκτειρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν(διάψαλμα).
ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυκλώσουσι πόλιν.
ἰδοὺ ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶνκαὶ ρομφαία ἐν τοῖς χείλεσιν αὐτῶνὅτι τίς ἤκουσεκαὶ σύΚύριεἐκγελάσῃ αὐτούςἐξουδενώσεις πάντα τὰ ἔθνη.
τὸ κράτος μουπρὸς σὲ φυλάξωὅτι σύὁ Θεόςἀντιλήπτωρ μου εἶ.
ὁ Θεός μουτὸ ἔλεος αὐτοῦ προφθάσει με· ὁ Θεός μου δείξει μοι ἐν τοῖς ἐχθροῖς μου.
μὴ ἀποκτείνῃς αὐτούςμήποτε ἐπιλάθωνται τοῦ νόμου σου· διασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου καὶ κατάγαγε αὐτούςὁ ὑπερασπιστής μουΚύριε.
ἁμαρτία στόματος αὐτῶνλόγος χειλέων αὐτῶνκαὶ συλληφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν· καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται ἐν συντελείᾳ,
ἐν ὀργῇ συντελείαςκαὶ οὐ μὴ ὑπάρξουσι· καὶ γνώσονταιὅτι Θεὸς δεσπόζει τοῦ ̓Ιακὼβ τῶν περάτων τῆς γῆς(διάψαλμα).
ἐπιστρέψουσιν εἰς ἑσπέρανκαὶ λιμώξουσιν ὡς κύων καὶ κυκλώσουσι πόλιν.
αὐτοὶ διασκορπισθήσονται τοῦ φαγεῖν· ἐὰν δὲ μὴ χορτασθῶσικαὶ γογγύσουσιν.
ἐγὼ δὲ ᾄσομαι τῇ δυνάμει σου καὶ ἀγαλλιάσομαι τὸ πρωΐ τὸ ἔλεός σουὅτι ἐγενήθης ἀντιλήπτωρ μου καὶ καταφυγή μου ἐν ἡμέρᾳ θλίψεώς μου.

βοηθός μου εἶσοὶ ψαλῶὅτι σύὁ Θεόςἀντιλήπτωρ μου εἶὁ Θεός μουτὸ ἔλεός μου.

ΨΑΛΜΟΣ 59ος

Ὁ Θεόςἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶςὠργίσθης καὶ οἰκτείρησας ἡμᾶς.
συνέσεισας τὴν γῆν καὶ συνετάραξας αὐτήν· ἴασαι τὰ συντρίμματα αὐτῆς ὅτι ἐσαλεύθηἔδειξας τῷ λαῷ σου σκληράἐπότισας ἡμᾶς οἶνον κατανύξεως.
ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου(διάψαλμα).
ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σουσῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου.
ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ· ἀγαλλιάσομαι καὶ διαμεριῶ Σίκιμα καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω.
ἐμός ἐστι Γαλαάδκαὶ ἐμός ἐστι Μανασσῆκαὶ ̓Εφραὶμ κραταίωσις τῆς κεφαλῆς μοὐΙούδας βασιλεύς μου·
Μωὰβ λέβης τῆς ἐλπίδος μου
ἐπὶ τὴν ̓Ιδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μουἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν.
τίς ἀπάξει με εἰς πόλιν περιοχῆςἢ τίς ὁδηγήσει με ἕως τῆς ̓Ιδουμαίας;
οὐχὶ σύὁ Θεόςὁ ἀπωσάμενος ἡμᾶςκαὶ οὐκ ἐξελεύσῃὁ Θεόςἐν ταῖς δυνάμεσιν ἡμῶν;
δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεωςκαὶ ματαία σωτηρία ἀνθρώπου.
ἐν τῷ Θεῷ ποιήσωμεν δύναμινκαὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.

ΨΑΛΜΟΣ 60ος

Εἰσάκουσόνὁ Θεόςτῆς δεήσεώς μουπρόσχες τῇ προσευχῇ μου.
ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου· ἐν πέτρᾳ ὕψωσάς μεὡδήγησάς με,
ὅτι ἐγενήθης ἐλπίς μουπύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ.
παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶναςσκεπασθήσομαι ἐν σκέπει τῶν πτερύγων σου(διάψαλμα).
ὅτι σύὁ Θεόςεἰσήκουσας τῶν εὐχῶν μουἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου.
ἡμέρας ἐφ ̓ ἡμέρας τοῦ βασιλέως προσθήσειςτὰ ἔτη αὐτοῦ ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶςδιαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ· ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει;
οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 61ος

Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μουπαρ ̓ αὐτῷ γὰρ τὸ σωτήριόν μου·
καὶ γὰρ αὐτὸς Θεός μου καὶ σωτήρ μου
καὶ ἀντιλήπτωρ μουοὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον.
ἕως πότε ἐπιτίθεσθε ἐπ ̓ ἄνθρωπονφονεύετε πάντες ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳπλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαιἔδραμον ἐν δίψειτῷ στόματι αὐτῶν εὐλόγουν καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο(διάψαλμα).
πλὴν τῷ Θεῷ ὑποτάγηθιἡ ψυχή μουὅτι παρ ̓ αὐτῷ ἡ ὑπομονή μου.
ὅτι αὐτὸς Θεός μου καὶ σωτήρ μουἀντιλήπτωρ μουοὐ μὴ μεταναστεύσω.
ἐπὶ τῷ Θεῷ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου· ὁ Θεὸς τῆς βοηθείας μουκαὶ ἡ ἐλπίς μου ἐπὶ τῷ Θεῷ.
ἐλπίσατε ἐπ ̓ αὐτὸν πᾶσα συναγωγὴ λαοῦ· ἐκχέετε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶνὅτι ὁ Θεὸς βοηθὸς ἡμῶν(διάψαλμα).
πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπωνψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό.
μὴ ἐλπίζετε ἐπ ̓ ἀδικίαν καὶ ἐπὶ ἁρπάγματα μὴ ἐπιποθεῖτε· πλοῦτος ἐὰν ρέῃμὴ προστίθεσθε καρδίαν.
ἅπαξ ἐλάλησεν ὁ Θεόςδύο ταῦτα ἤκουσαὅτι τὸ κράτος τοῦ Θεοῦ,
καὶ σοῦΚύριετὸ ἔλεοςὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.

ΨΑΛΜΟΣ 62ος

Ὁ Θεὸς ὁ Θεός μουπρὸς σὲ ὀρθρίζω· ἐδίψησέ σε ἡ ψυχή μουποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ.
οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου.
ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς· τὰ χείλη μου ἐπαινέσουσί σε.

οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου καὶ ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου.
ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μουκαὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου.
εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μουἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ·
ὅτι ἐγενήθης βοηθός μου
καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι.
ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σουἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου.
αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μουεἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς· παραδοθήσονται εἰς χεῖρας ρομφαίαςμερίδες ἀλωπέκων ἔσονται.
ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.

ΨΑΛΜΟΣ 63ος

Εἰσάκουσονὁ Θεόςτῆς φωνῆς μουἐν τῷ δέεσθαί με πρὸς σέἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου.
ἐσκέπασάς με ἀπὸ συστροφῆς πονηρευομένωνἀπὸ πλήθους ἐργαζομένων ἀδικίαν,
οἵτινες ἠκόνησαν ὡς ρομφαίαν τὰς γλώσσας αὐτῶνἐνέτειναν τόξον αὐτῶν πρᾶγμα πικρὸν τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμονἐξάπινα κατατοξεύσουσιν αὐτὸν καὶ οὐ φοβηθήσονται.

ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόνδιηγήσαντο τοῦ κρύψαι παγίδαςεἶπαν· τίς ὄψεται αὐτούς;
ἐξηρεύνησαν ἀνομίανἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσειςπροσελεύσεται ἄνθρωποςκαὶ καρδία βαθεῖα,

καὶ ὑψωθήσεταιὁ Θεόςβέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν,
καὶ ἐξησθένησαν ἐπ ̓ αὐτοὺς αἱ γλῶσσαι αὐτῶνἐταράχθησαν πάντες οἱ θεωροῦντες αὐτούς,
καὶ ἐφοβήθη πᾶς ἄνθρωποςκαὶ ἀνήγγειλαν τὰ ἔργα τοῦ Θεοῦ καὶ τὰ ποιήματα αὐτοῦ συνῆκανεὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ καὶ ἐλπιεῖ ἐπ ̓ αὐτόνκαὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα


ΚΑΘΙΣΜΑ ΕΝΑΤΟΝ
ΨΑΛΜΟΣ 
64
ος
Σοί πρέπει ὕμνοςὁ Θεόςἐν Σιώνκαὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν ̔Ιερουσαλήμ.
εἰσάκουσον προσευχῆς μου· πρὸς σὲ πᾶσα σὰρξ ἥξει.
λόγοι ἀνόμων ὑπερεδυνάμωσαν ἡμᾶςκαὶ ταῖς ἀσεβείαις ἡμῶν σὺ ἱλάσῃ.
μακάριος ὃν ἐξελέξω καὶ προσελάβου· κατασκηνώσει ἐν ταῖς αὐλαῖς σουπλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου· ἅγιος ὁ ναός σου,
θαυμαστὸς ἐν δικαιοσύνῃἐπάκουσον ἡμῶνὁ Θεόςὁ σωτὴρ ἡμῶνἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν,
ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ αὐτοῦπεριεζωσμένος ἐν δυναστείᾳ,
ὁ συνταράσσων τὸ κῦτος τῆς θαλάσσηςἤχους κυμάτων αὐτῆςταραχθήσονται τὰ ἔθνη,
καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημείων σου· ἐξόδους πρωΐας καὶ ἑσπέρας τέρψεις.
ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτήνἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν· ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων· ἡτοίμασας τὴν τροφὴν αὐτῶνὅτι οὕτως ἡ ἑτοιμασία.
τοὺς αὔλακας αὐτῆς μέθυσονπλήθυνον τὰ γεννήματα αὐτῆςἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα.
εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σουκαὶ τὰ πεδία σου πλησθήσονται πιότητος·
πιανθήσεται τὰ ὄρη τῆς ἐρήμου
καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται.
ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτωνκαὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον· κεκράξονταικαὶ γὰρ

ὑμνήσουσι.

ΨΑΛΜΟΣ 65ος

Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ,
ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦδότε δόξαν αἰνέσει αὐτοῦ.
εἴπατε τῷ Θεῷ· ὡς φοβερὰ τὰ ἔργα σου· ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου.
πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοιψαλάτωσαν τῷ ὀνόματί σου(διάψαλμα)δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ· φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων,
ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράνἐν ποταμῷ διελεύσονται ποδίἐκεῖ εὐφρανθησόμεθα ἐπ ̓ αὐτῷ,
τῷ δεσπόζοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνοςοἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσινοἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς(διάψαλμα).
εὐλογεῖτεἔθνητὸν Θεὸν ἡμῶν καὶ ἀκουτίσασθε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ,
τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωήνκαὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου.
ὅτι ἐδοκίμασας ἡμᾶςὁ Θεόςἐπύρωσας ἡμᾶςὡς πυροῦται τὸ ἀργύριον·
εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα
ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν.
ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶνδιήλθομεν διὰ πυρὸς καὶ ὕδατοςκαὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.
εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασινἀποδώσω σοι τὰς εὐχάς μου,
ἃς διέστειλε τὰ χείλη μου καὶ ἐλάλησε τὸ στόμα μου ἐν τῇ θλίψει μου·
ὁλοκαυτώματα μεμυελωμένα ἀνοίσω σοι μετὰ θυμιάματος καὶ κριῶν
ἀνοίσω σοι βόας μετὰ χιμάρων(διάψαλμα).
δεῦτε ἀκούσατεκαὶ διηγήσομαιπάντες οἱ φοβούμενοι τὸν Θεόνὅσα ἐποίησε τῇ ψυχῇ μουπρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου.
ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μουμὴ εἰσακουσάτω μου Κύριος.
διὰ τοῦτο εἰσήκουσέ μου ὁ Θεόςπροσέσχε τῇ φωνῇ τῆς δεήσεώς μου.
εὐλογητὸς ὁ Θεόςὃς οὐκ ἀπέστησε τὴν προσευχήν μου καὶ τὸ ἔλεος αὐτοῦ ἀπ ̓ ἐμοῦ.

ΨΑΛΜΟΣ 66ος

Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶςἐπιφάναι τὸ πρόσωπον αὑτοῦ ἐφ ̓ ἡμᾶς(διάψαλμα).
τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σουἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.
ἐξομολογησάσθωσάν σοι λαοίὁ Θεόςἐξομολογησάσθωσάν σοι λαοὶ πάντεςεὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνηὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι καὶ ἔθνη ἐν τῇ γῇ ὁδηγήσεις(διάψαλμα).

ἐξομολογησάσθωσάν σοι λαοίὁ Θεόςἐξομολογησάσθωσάν σοι λαοὶ πάντεςγῆ ἔδωκε τὸν καρπὸν αὐτῆς· εὐλογήσαι ἡμᾶς ὁ Θεόςὁ Θεὸς ἡμῶνεὐλογήσαι ἡμᾶς ὁ Θεόςκαὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆςΔόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 67ος

Ἀναστήτω ὁ Θεόςκαὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦκαὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
ὡς ἐκλείπει καπνόςἐκλιπέτωσαν· ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρόςοὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ.
καὶ οἱ δίκαιοι εὐφρανθήτωσανἀγαλλιάσθωσαν ἐνώπιον τοῦ Θεοῦτερφθήτωσαν ἐν εὐφροσύνῃᾄσατε τῷ Θεῷψάλατε τῷ ὀνόματι αὐτοῦ· ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶνΚύριος ὄνομα αὐτῷκαὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ.
ταραχθήσονται ἀπὸ προσώπου αὐτοῦτοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν· ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ.
ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳὁμοίως τοὺς παραπικραίνονταςτοὺς κατοικοῦντας ἐν τάφοις.
ὁ Θεόςἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σουἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ.

(διάψαλμα).
γῆ ἐσείσθηκαὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ Σινᾶἀπὸ προσώπου τοῦ Θεοῦ ̓Ισραήλ.
βροχὴν ἑκούσιον ἀφοριεῖςὁ Θεόςτῇ κληρονομίᾳ σουκαὶ ἠσθένησεσὺ δὲ κατηρτίσω αὐτήντὰ ζῷά σου κατοικοῦσιν ἐν αὐτῇ· ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷὁ Θεός.
Κύριος δώσει ρῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ,
ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦτῇ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα.
ἐὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρωνπτέρυγες περιστερᾶς περιηργυρωμέναικαὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου.
ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ ̓ αὐτῆςχιονωθήσονται ἐν Σελμών.
ὄρος τοῦ Θεοῦὄρος πῖονὄρος τετυρωμένονὄρος πῖον.
ἱνατί ὑπολαμβάνετεὄρη τετυρωμένατὸ ὄροςὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷκαὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος.
τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιονχιλιάδες εὐθηνούντων· Κύριος ἐν αὐτοῖς ἐν Σινᾷ ἦνἐν τῷ ἁγίῳ.
ἀνέβης εἰς ὕψοςᾐχμαλώτευσας αἰχμαλωσίανἔλαβες δόματα ἐν ἀνθρώποιςκαὶ γὰρ ἀπειθοῦντας τοῦ κατασκηνῶσαι.
Κύριος ὁ Θεὸς εὐλογητόςεὐλογητὸς Κύριος ἡμέραν καθ ̓ ἡμέραν· κατευοδώσαι ἡμῖν ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν(διάψαλμα).
ὁ Θεὸς ἡμῶνὁ Θεὸς τοῦ σῴζεινκαὶ τοῦ Κυρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου.
πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦκορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτῶν.
εἶπε Κύριος· ἐκ Βασὰν ἐπιστρέψωἐπιστρέψω ἐν βυθοῖς θαλάσσης.
ὅπως ἂν βαφῇ ὁ πούς σου ἐν αἵματιἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ ̓ αὐτοῦἐθεωρήθησαν αἱ πορεῖαί σουὁ Θεόςαἱ πορεῖαι τοῦ Θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳπροέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων ἐν μέσῳ νεανίδων τυμπανιστριῶν.
ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν ΘεόνΚύριον ἐκ πηγῶν ̓Ισραήλ.
ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσειἄρχοντες ̓Ιούδα ἡγεμόνες αὐτῶνἄρχοντες Ζαβουλώνἄρχοντες Νεφθαλείμ.
ἔντειλαιὁ Θεόςτῇ δυνάμει σουδυνάμωσονὁ Θεόςτοῦτοὃ κατειργάσω ἐν ἡμῖν.
ἀπὸ τοῦ ναοῦ σου ἐπὶ ̔Ιερουσαλὴμ σοὶ οἴσουσι βασιλεῖς δῶρα.
ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου· ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσι τῶν λαῶν τοῦ ἐγκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ· διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλονταἥξουσι πρέσβεις ἐξ ΑἰγύπτουΑἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ.
αἱ βασιλεῖαι τῆς γῆςᾄσατε τῷ Θεῷψάλατε τῷ Κυρίῳ(διάψαλμα).
ψάλατε τῷ Θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς· ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.
δότε δόξαν τῷ Θεῷ· ἐπὶ τὸν ̓Ισραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦκαὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις.
θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ· ὁ Θεὸς ̓Ισραήλαὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦεὐλογητὸς ὁ Θεός.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 68ος

Σῶσόν μεὁ Θεόςὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου.
ἐνεπάγην εἰς ἰλὺν βυθοῦκαὶ οὐκ ἔστιν ὑπόστασις· ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης καὶ καταιγὶς κατεπόντισέ με.
ἐκοπίασα κράζωνἐβραγχίασεν ὁ λάρυγξ μουἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν με ἐπὶ τὸν Θεόν μου.
ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάνἐκραταιώθησαν οἱ ἐχθροί μου οἱ ἐκδιώκοντές με ἀδίκως· ἃ οὐχ ἥρπαζοντότε ἀπετίννυον.
ὁ Θεόςσὺ ἔγνως τὴν ἀφροσύνην μου καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν.
μὴ αἰσχυνθείησαν ἐπ ̓ ἐμὲ οἱ ὑπομένοντές σεΚύριεΚύριε τῶν δυνάμεωνμὴ ἐντραπείησαν ἐπ ̓ ἐμὲ οἱ ζητοῦντές σεὁ Θεὸς τοῦ ̓Ισραήλ,

ὅτι ἕνεκά σου ὑπήνεγκα ὀνειδισμόνἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου.
ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου,
ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ μεκαὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ ̓ ἐμέκαὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μουκαὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοί·
καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον
καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν.
κατ ̓ ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλαιςκαὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες οἶνον.
ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σέΚύριε· καιρὸς εὐδοκίαςὁ Θεόςἐν τῷ πλήθει τοῦ ἐλέους σου· ἐπάκουσόν μουἐν ἀληθείᾳ τῆς σωτηρίας σου.
σῶσόν με ἀπὸ πηλοῦἵνα μὴ ἐμπαγῶ· ῥυσθείην ἐκ τῶν μισούντων με καὶ ἐκ τῶν βαθέων τῶν ὑδάτων.
μή με καταποντισάτω καταιγὶς ὕδατοςμηδὲ καταπιέτω με βυθόςμηδὲ συσχέτω ἐπ ̓ ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ.
εἰσάκουσόν μουΚύριεὅτι χρηστὸν τὸ ἔλεός σου· κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπ ̓ ἐμέ.
μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σουὅτι θλίβομαιταχὺ ἐπάκουσόν μουπρόσχες τῇ ψυχῇ μου καὶ λύτρωσαι αὐτήνἕνεκα τῶν ἐχθρῶν μου ρῦσαί με.
σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου καὶ τὴν αἰσχύνην μου καὶ τὴν ἐντροπήν μου· ἐναντίον σου πάντες οἱ θλίβοντές με.
ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίανκαὶ ὑπέμεινα συλλυπούμενονκαὶ οὐχ ὑπῆρξεκαὶ παρακαλοῦνταςκαὶ οὐχ εὗρον.
καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.
γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλονσκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπεινκαὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψονἔκχεον ἐπ ̓ αὐτοὺς τὴν ὀργήν σουκαὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς.
γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένηκαὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν·
ὅτι ὃν σὺ ἐπάταξας
αὐτοὶ κατεδίωξανκαὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσέθηκανπρόσθες ἀνομίαν ἐπὶ τῇ ἀνομίᾳ αὐτῶνκαὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου· ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων καὶ μετὰ δικαίων μὴ γραφήτωσαν.
πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ· ἡ σωτηρία σουὁ Θεόςἀντιλάβοιτό μου.
αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ ̓ ᾠδῆςμεγαλυνῶ αὐτὸν ἐν αἰνέσει,
καὶ ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς.
ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν· ἐκζητήσατε τὸν Θεόνκαὶ ζήσεται ἡ ψυχὴ ὑμῶν,
ὅτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεναἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆθάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτῇ.
ὅτι ὁ Θεὸς σώσει τὴν Σιώνκαὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς ̓Ιουδαίαςκαὶ κατοικήσουσιν ἐκεῖ καὶ κληρονομήσουσιν αὐτήν·
καὶ τὸ σπέρμα τῶν δούλων αὐτοῦ καθέξουσιν αὐτήν
καὶ οἱ ἀγαπῶντες τὸ ὄνομά σου κατασκηνώσουσιν ἐν αὐτῇ.

ΨΑΛΜΟΣ 69ος

Ὁ Θεὸςεἰς τὴν βοήθειάν μου πρόσχες· Κύριεεἰς τὸ βοηθῆσαί μοι σπεῦσον.
αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου· ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μου κακά·
ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι· εὖγε εὖγε
.
ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σεὁ Θεόςκαὶ λεγέτωσαν διαπαντός· μεγαλυνθήτω ὁ Κύριοςοἱ ἀγαπῶντες τὸ σωτήριόν σου.
ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης· ὁ Θεόςβοήθησόν μοιβοηθός μου καὶ ρύστης μου εἶ σύ· Κύριεμὴ χρονίσῃς.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΚΑΘΙΣΜΑ ΔΕΚΑΤΟΝ
ΨΑΛΜΟΣ 
70ος

Ἐπὶ σοίΚύριεἤλπισαμὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.
ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ μεκλῖνον πρός με τὸ οὖς σου καὶ σῶσόν με.

γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί μεὅτι στερέωμά μου καὶ καταφυγή μου εἶ σύ.
ὁ Θεός μουρῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος·
ὅτι σὺ εἶ ἡ ὑπομονή μου
Κύριε· Κύριεἡ ἐλπίς μου ἐκ νεότητός μου,

ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρόςἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής· ἐν σοὶ ἡ ὕμνησίς μου διαπαντός.
ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖςκαὶ σὺ βοηθὸς κραταιός.
πληρωθήτω τὸ στόμα μου αἰνέσεωςὅπως ὑμνήσω τὴν δόξαν σουὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου.

μὴ ἀπορρίψῃς με εἰς καιρὸν γήρωςἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με.
ὅτι εἶπαν οἱ ἐχθροί μου ἐμοὶ καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου ἐβουλεύσαντο ἐπὶ τὸ αὐτό λέγοντες· ὁ Θεὸς ἐγκατέλιπεν αὐτόν· καταδιώξατε καὶ καταλάβετε αὐτόνὅτι οὐκ ἔστιν ὁ ρυόμενος.
ὁ Θεός μουμὴ μακρύνῃς ἀπ ̓ ἐμοῦ· ὁ Θεός μουεἰς τὴν βοήθειάν μου πρόσχες.
αἰσχυνθήτωσαν καὶ ἐκλιπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴν ψυχήν μουπεριβαλλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κακά μοι.
ἐγὼ δὲ διαπαντὸς ἐλπιῶ ἐπὶ σὲ καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου.
τὸ στόμα μου ἐξαγγελεῖ τὴν δικαιοσύνην σουὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σουὅτι οὐκ ἔγνων γραμματείας.
εἰσελεύσομαι ἐν δυναστείᾳ Κυρίου· Κύριεμνησθήσομαι τῆς δικαιοσύνης σοῦ μόνου.
ὁ Θεόςἃ ἐδίδαξάς με ἐκ νεότητός μουκαὶ μέχρι τοῦ νῦν ἀπαγγελῶ τὰ θαυμάσιά σου.
καὶ ἕως γήρως καὶ πρεσβείουὁ Θεόςμὴ ἐγκαταλίπῃς μεἕως ἂν ἀπαγγελῶ τὸν βραχίονά σου τῇ γενεᾷ πάσῃ τῇ ἐπερχομένῃ,
τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σουὁ Θεόςἕως ὑψίστων ἃ ἐποίησας μεγαλεῖα· ὁ Θεόςτίς ὅμοιός σοι;
ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακάςκαὶ ἐπιστρέψας ἐζωοποίησάς μεκαὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με.
ἐπλεόνασας ἐπ ̓ ἐμὲ τὴν μεγαλωσύνην σου καὶ ἐπιστρέψας παρεκάλεσάς με καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με.
καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύει ψαλμοῦ τὴν ἀλήθειάν σουὁ Θεός· ψαλῶ σοι ἐν κιθάρᾳὁ ἅγιος τοῦ ̓Ισραήλ.
ἀγαλλιάσονται τὰ χείλη μουὅταν ψάλω σοικαὶ ἡ ψυχή μουἣν ἐλυτρώσω.
ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σουὅταν αἰσχυνθῶσι καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι.

ΨΑΛΜΟΣ 71ος

Ὁ Θεόςτὸ κρίμα σου τῷ βασιλεῖ δὸς καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως
κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τοὺς πτωχούς σου ἐν κρίσει
.
ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ σου καὶ οἱ βουνοὶ δικαιοσύνην.
κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων καὶ ταπεινώσει συκοφάντην καὶ συμπαραμενεῖ τῷ ἡλίῳ καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν.

καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν.
ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνηςἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνηκαὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένηςἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπεςκαὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι.
βασιλεῖς Θαρσὶς καὶ νῆσοι δῶρα προσοίσουσιβασιλεῖς ̓Αράβων καὶ Σαβᾶ δῶρα προσάξουσικαὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆςπάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ.
ὅτι ἐρρύσατο πτωχὸν ἐκ δυνάστου καὶ πένηταᾧ οὐχ ὑπῆρχε βοηθός.
φείσεται πτωχοῦ καὶ πένητος καὶ ψυχὰς πενήτων σώσει.
ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶνκαὶ ἔντιμον τὸ ὄνομα αὐτοῦ ἐνώπιον αὐτῶν.
καὶ ζήσεταικαὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς ̓Αραβίαςκαὶ προσεύξονται περὶ αὐτοῦ διαπαντόςὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν.
ἔσται στήριγμα ἐν τῇ γῇ ἐπ ̓ ἄκρων τῶν ὀρέων· ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς

αὐτοῦκαὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς.
ἔσται τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶναςπρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ· καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆςπάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόνεὐλογητὸς Κύριοςὁ Θεὸς τοῦ ̓Ισραήλὁ ποιῶν θαυμάσια μόνος,
καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνοςκαὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆγένοιτογένοιτο.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 72ος

Ὡς ἀγαθὸς ὁ Θεὸς τῷ ̓Ισραήλτοῖς εὐθέσι τῇ καρδίᾳ.
ἐμοῦ δὲ παραμικρὸν ἐσαλεύθησαν οἱ πόδεςπαρ ̓ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου.
ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν,
ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν·
ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶ καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται
.
διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανίαπεριεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν ἑαυτῶνἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶνδιῆλθον εἰς διάθεσιν καρδίας·
διενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ
ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν·
ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν
καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς.
διὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου ἐνταῦθακαὶ ἡμέραι πλήρεις εὑρεθήσονται ἐν αὐτοῖς.
καὶ εἶπαν· πῶς ἔγνω ὁ Θεόςκαὶ εἰ ἔστι γνῶσις ἐν τῷ ̔Υψίστῳ;
ἰδοὺ οὗτοι οἱ ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες· εἰς τὸν αἰῶνα κατέσχον πλούτου.
καὶ εἶπα· ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου καὶ ἐνιψάμην ἐν ἀθῴοις τὰς χεῖράς μου· καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέρανκαὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωΐας.
εἰ ἔλεγον· διηγήσομαι οὕτωςἰδοὺ τῇ γενεᾷ τῶν υἱῶν σου ἠσυνθέτηκα.
καὶ ὑπέλαβον τοῦ γνῶναι τοῦτο· κόπος ἐστὶν ἐνώπιόν μου,
ἕως εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν.
πλὴν διὰ τὰς δολιότητας αὐτῶν ἔθου αὐτοῖς κακάκατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι.
πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα· ἐξέλιπονἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν.
ὡσεὶ ἐνύπνιον ἐξεγειρομένουΚύριεἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις.
ὅτι ἐξεκαύθη ἡ καρδία μουκαὶ οἱ νεφροί μου ἠλλοιώθησαν,
κἀγὼ ἐξουδενωμένος καὶ οὐκ ἔγνωνκτηνώδης ἐγενόμην παρά σοι.
κἀγὼ διαπαντὸς μετὰ σοῦἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου
καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με καὶ μετὰ δόξης προσελάβου με
.
τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷκαὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς;
ἐξέλιπεν ἡ καρδία μου καὶ ἡ σάρξ μουὁ Θεὸς τῆς καρδίας μου καὶ ἡ μερίς μου ὁ Θεὸς εἰς τὸν αἰῶνα.
ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνταιἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ.
ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστιτίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα μου τοῦ ἐξαγγεῖλαί με πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών.

ΨΑΛΜΟΣ 73ος

Ἰνατίὁ Θεόςἀπώσω εἰς τέλοςὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου;
μνήσθητι τῆς συναγωγῆς σουἧς ἐκτήσω ἀπ ̓ ἀρχῆς· ἐλυτρώσω ράβδον κληρονομίας σουὄρος Σιὼν τοῦτοὃ κατεσκήνωσας ἐν αὐτῷ.
ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλοςὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοῖς ἁγίοις σου.
καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σουἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα καὶ οὐκ ἔγνωσαν.
ὡς εἰς τὴν ἔξοδον ὑπεράνω,
ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ ἐν πελέκει καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν.
ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σουεἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σουεἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν αἱ συγγένειαι αὐτῶν ἐπὶ τὸ αὐτό· δεῦτε καὶ καταπαύσωμεν πάσας τὰς

ἑορτὰς τοῦ Θεοῦ ἀπὸ τῆς γῆς.
τὰ σημεῖα αὐτῶν οὐκ εἴδομενοὐκ ἔστιν ἔτι προφήτηςκαὶ ἡμᾶς οὐ γνώσεται ἔτι.
ἕως πότεὁ Θεόςὀνειδιεῖ ὁ ἐχθρόςπαροξυνεῖ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος;
ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος;
ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνωνεἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσανσὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος.
σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντοςἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι.
σὺ διέρρηξας πηγὰς καὶ χειμάρρουςσὺ ἐξήρανας ποταμοὺς ̓Ηθάμ.
σή ἐστιν ἡ ἡμέρακαὶ σή ἐστιν ἡ νύξσὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον.
σὺ ἐποίησας πάντα τὰ ὡραῖα τῆς γῆς· θέρος καὶ ἔαρσὺ ἔπλασας αὐτά.
μνήσθητι ταύτης· ἐχθρὸς ὠνείδισε τὸν Κύριονκαὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομά σου.
μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοιτῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος.
ἐπίβλεψον εἰς τὴν διαθήκην σουὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν.
μὴ ἀποστραφήτω τεταπεινωμένος καὶ κατῃσχυμένος· πτωχὸς καὶ πένης αἰνέσουσι τὸ ὄνομά σουἀνάσταὁ Θεόςδίκασον τὴν δίκην σου· μνήσθητι τοῦ ὀνειδισμοῦ σου τοῦ ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν.
μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἱκετῶν σου· ἡ ὑπερηφανία τῶν μισούντων σε ἀνέβη διὰ παντόςΔόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 74ος

Ἐξομολογησόμεθά σοιὁ Θεόςἐξομολογησόμεθά σοι καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σουδιηγήσομαι πάντα τὰ θαυμάσιά σουὅταν λάβω καιρόν· ἐγὼ εὐθύτητας κρινῶ.
ἐτάκη ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς(διάψαλμα)εἶπα τοῖς παρανομοῦσι· μὴ παρανομεῖτεκαὶ τοῖς ἁμαρτάνουσι· μὴ ὑψοῦτε κέρας,
μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν καὶ μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν.
ὅτι οὔτε ἐξ ἐξόδων οὔτε ἀπὸ δυσμῶν οὔτε ἀπὸ ἐρήμων ὀρέων,
ὅτι ὁ Θεὸς κριτής ἐστιτοῦτον ταπεινοῖ καὶ τοῦτον ὑψοῖ.
ὅτι ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματοςκαὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτοπλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθηπίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς·
ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα
ψαλῶ τῷ Θεῷ ̓Ιακώβ· καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνθλάσωκαὶ ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου.

ΨΑΛΜΟΣ 75ος

Γνωστὸς ἐν τῇ ̓Ιουδαίᾳ ὁ Θεόςἐν τῷ ̓Ισραὴλ μέγα τὸ ὄνομα αὐτοῦ.
καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦκαὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών·
ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων
ὅπλον καὶ ρομφαίαν καὶ πόλεμον(διάψαλμα).
φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων·
ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ
ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν.
ἀπὸ ἐπιτιμήσεώς σουὁ Θεὸς ̓Ιακώβἐνύσταξαν οἱ ἐπιβεβηκότες τοῖς ἵπποις.
σὺ φοβερὸς εἶκαὶ τίς ἀντιστήσεταί σοιἀπὸ τότε ἡ ὀργή σου.
ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσινγῆ ἐφοβήθη καὶ ἡσύχασεν
ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν Θεὸν τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς
(διάψαλμα).
ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοικαὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι.
εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν· πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα
τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων
φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.

ΨΑΛΜΟΣ 76ος

Φωνῇ μου πρὸς Κύριον ἐκέκραξαφωνῇ μου πρὸς τὸν Θεόνκαὶ προσέσχε μοι.
ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησαταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦκαὶ οὐκ ἠπατήθην· ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου.
ἐμνήσθην τοῦ Θεοῦ καὶ εὐφράνθην· ἠδολέσχησακαὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου(διάψαλμα).

προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μουἐταράχθην καὶ οὐκ ἐλάλησα.
διελογισάμην ἡμέρας ἀρχαίαςκαὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα·
νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν
καὶ ἔσκαλλε τὸ πνεῦμά μου.
μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι;
ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψεισυνετέλεσε ρῆμα ἀπὸ γενεᾶς εἰς γενεάν;
μὴ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεόςἢ συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ(διάψαλμα).

καὶ εἶπα· νῦν ἠρξάμηναὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ̔Υψίστου.
ἐμνήσθην τῶν ἔργων Κυρίουὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου
καὶ μελετήσω ἐν πᾶσι τοῖς ἔργοις σου καὶ ἐν τοῖς ἐπιτηδεύμασί σου ἀδολεσχήσω
.
ὁ Θεόςἐν τῷ ἁγίῳ ἡ ὁδός σου· τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν;
σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσιαἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου·
ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου
τοὺς υἱοὺς ̓Ιακὼβ καὶ ̓Ιωσήφ(διάψαλμα)εἴδοσάν σε ὕδαταὁ Θεόςεἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησανἐταράχθησαν ἄβυσσοι,
πλῆθος ἤχους ὑδάτωνφωνὴν ἔδωκαν αἱ νεφέλαικαὶ γὰρ τὰ βέλη σου διαπορεύονται·
φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ
ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ.
ἐν τῇ θαλάσσῃ αἱ ὁδοί σουκαὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖςκαὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται.
ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωϋσῆ καὶ ̓Ααρών.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα


ΚΑΘΙΣΜΑ ΕΝΔΕΚΑΤΟΝ
ΨΑΛΜΟΣ 
77
ος
Προσέχετελαός μουτῷ νόμῳ μουκλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου· ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μουφθέγξομαι προβλήματα ἀπ ̓ ἀρχῆς.
ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτὰ καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν,
οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέρανἀπαγγέλλοντες τὰς αἰνέσεις Κυρίου καὶ τὰς δυναστείας αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦἃ ἐποίησε.
καὶ ἀνέστησε μαρτύριον ἐν ̓Ιακὼβ καὶ νόμον ἔθετο ἐν ̓Ισραήλὅσα ἐνετείλατο τοῖς πατράσιν ἡμῶν τοῦ γνωρίσαι αὐτὰ τοῖς υἱοῖς αὐτῶν,
ὅπως ἂν γνῷ γενεὰ ἑτέραυἱοὶ οἱ τεχθησόμενοικαὶ ἀναστήσονται καὶ ἀπαγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν·
ἵνα θῶνται ἐπὶ τὸν Θεὸν τὴν ἐλπίδα αὐτῶν καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ Θεοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσωσιν·
ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐτῶν
γενεὰ σκολιὰ καὶ παραπικραίνουσαγενεάἥτις οὐ κατηύθυνε τὴν καρδίαν ἑαυτῆς καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ Θεοῦ τὸ πνεῦμα αὐτῆς.
υἱοὶ ̓Εφραὶμ ἐντείνοντες καὶ βάλλοντες τόξοις ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου.
οὐκ ἐφύλαξαν τὴν διαθήκην τοῦ Θεοῦ καὶ ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἠβουλήθησαν πορεύεσθαικαὶ ἐπελάθοντο τῶν εὐεργεσιῶν αὐτοῦ καὶ τῶν θαυμασίων αὐτοῦὧν ἔδειξεν αὐτοῖς,
ἐναντίον τῶν πατέρων αὐτῶν ἃ ἐποίησε θαυμάσια ἐν γῇ Αἰγύπτῳἐν πεδίῳ Τάνεως.
διέρρηξε θάλασσαν καὶ διήγαγεν αὐτούςπαρέστησεν ὕδατα ὡσεὶ ἀσκὸν
καὶ ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός
.
διέρρηξε πέτραν ἐν ἐρήμῳ καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ
καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας καὶ κατήγαγεν ὡς ποταμοὺς ὕδατα
.
καὶ προσέθεντο ἔτι τοῦ ἁμαρτάνειν αὐτῷπαρεπίκραναν τὸν ῞Υψιστον ἐν ἀνύδρῳ
καὶ ἐξεπείρασαν τὸν Θεὸν ἐν ταῖς καρδίαις αὐτῶν
τοῦ αἰτῆσαι βρώματα ταῖς ψυχαῖς αὐτῶν καὶ κατελάλησαν τοῦ Θεοῦ καὶ εἶπαν· μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ;
ἐπεὶ ἐπάταξε πέτραν καὶ ἐρρύησαν ὕδατα καὶ χείμαρροι κατεκλύσθησανμὴ καὶ ἄρτον δύναται δοῦναι ἢ ἑτοιμάσαι τράπεζαν τῷ λαῷ αὐτοῦ;
διὰ τοῦτο ἤκουσε Κύριος καὶ ἀνεβάλετοκαὶ πῦρ ἀνήφθη ἐν ̓Ιακώβκαὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν ̓Ισραήλ,
ὅτι οὐκ ἐπίστευσαν ἐν τῷ Θεῷ οὐδὲ ἤλπισαν ἐπὶ τὸ σωτήριον αὐτοῦ.
καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν καὶ θύρας οὐρανοῦ ἀνέῳξε

καὶ ἔβρεξεν αὐτοῖς μάννα φαγεῖν καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς·
ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος
ἐπισιτισμὸν ἀπέστειλεν αὐτοῖς εἰς πλησμονήν.
ἀπῇρε Νότον ἐξ οὐρανοῦ καὶ ἐπήγαγεν ἐν τῇ δυνάμει αὐτοῦ Λίβα
καὶ ἔβρεξεν ἐπ ̓ αὐτοὺς ὡσεὶ χοῦν σάρκας καὶ ὡσεὶ ἄμμον θαλασσῶν πετεινὰ πτερωτά
,
καὶ ἐπέπεσον ἐν μέσῳ παρεμβολῆς αὐτῶν κύκλῳ τῶν σκηνωμάτων αὐτῶν,
καὶ ἔφαγον καὶ ἐνεπλήσθησαν σφόδρακαὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς,
οὐκ ἐστερήθησαν ἀπὸ τῆς ἐπιθυμίας αὐτῶνἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν,
καὶ ἡ ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ ̓ αὐτούςκαὶ ἀπέκτεινεν ἐν τοῖς πλείοσιν αὐτῶνκαὶ τοὺς ἐκλεκτοὺς τοῦ ̓Ισραὴλ συνεπόδισεν.
ἐν πᾶσι τούτοις ἥμαρτον ἔτι καὶ οὐκ ἐπίστευσαν ἐν τοῖς θαυμασίοις αὐτοῦ,
καὶ ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς.
ὅταν ἀπέκτειναν αὐτούςτότε ἐξεζήτουν αὐτὸν καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν Θεὸν
καὶ ἐμνήσθησαν ὅτι ὁ Θεὸς βοηθὸς αὐτῶν ἐστι καὶ ὁ Θεὸς ὁ ῞Υψιστος λυτρωτὴς αὐτῶν ἐστι
.
καὶ ἠγάπησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτῷ,
ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ ̓ αὐτοῦοὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ.
αὐτὸς δέ ἐστιν οἰκτίρμων καὶ ἱλάσκεται ταῖς ἁμαρτίαις αὐτῶν καὶ οὐ διαφθερεῖ καὶ πληθυνεῖ τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ καὶ οὐχὶ ἐκκαύσει πᾶσαν τὴν ὀργὴν αὐτοῦ.
καὶ ἐμνήσθη ὅτι σάρξ εἰσιπνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον.
ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳπαρώργισαν αὐτὸν ἐν γῇ ἀνύδρῳ;
καὶ ἐπέστρεψαν καὶ ἐπείρασαν τὸν Θεὸν καὶ τὸν ἅγιον τοῦ ̓Ισραὴλ παρώξυναν.
καὶ οὐκ ἐμνήσθησαν τῆς χειρὸς αὐτοῦἡμέραςἧς ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς θλίβοντος,
ὡς ἔθετο ἐν Αἰγύπτῳ τὰ σημεῖα αὐτοῦ καὶ τὰ τέρατα αὐτοῦ ἐν πεδίῳ Τάνεως.
καὶ μετέστρεψεν εἰς αἷμα τοὺς ποταμοὺς αὐτῶν καὶ τὰ ὀμβρήματα αὐτῶνὅπως μὴ πίωσιν· ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυιανκαὶ κατέφαγεν αὐτούςκαὶ βάτραχονκαὶ διέφθειρεν αὐτούς·
καὶ ἔδωκε τῇ ἐρυσίβῃ τοὺς καρποὺς αὐτῶν καὶ τοὺς πόνους αὐτῶν τῇ ἀκρίδι·
ἀπέκτεινεν ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν καὶ τὰς συκαμίνους αὐτῶν ἐν τῇ πάχνῃ·
καὶ παρέδωκεν εἰς χάλαζαν τὰ κτήνη αὐτῶν καὶ τὴν ὕπαρξιν αὐτῶν τῷ πυρί·
ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ
θυμὸν καὶ ὀργὴν καὶ θλῖψινἀποστολὴν δι ̓ ἀγγέλων πονηρῶν.
ὡδοποίησε τρίβον τῇ ὀργῇ αὐτοῦ καὶ οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν καὶ τὰ κτήνη αὐτῶν εἰς θάνατον συνέκλεισε
καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ
ἀπαρχὴν παντὸς πόνου αὐτῶν ἐν τοῖς σκηνώμασι Χάμ,
καὶ ἀπῇρεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ καὶ ἀνήγαγεν αὐτοὺς ὡσεὶ ποίμνιον ἐν ἐρήμῳ
καὶ ὡδήγησεν αὐτοὺς ἐπ ̓ ἐλπίδι
καὶ οὐκ ἐδειλίασανκαὶ τοὺς ἐχθροὺς αὐτῶν ἐκάλυψε θάλασσακαὶ εἰσήγαγεν αὐτοὺς εἰς ὄρος ἁγιάσματος αὐτοῦὄρος τοῦτοὃ ἐκτήσατο ἡ δεξιὰ αὐτοῦ,
καὶ ἐξέβαλεν ἀπὸ προσώπου αὐτῶν ἔθνη καὶ ἐκληροδότησεν αὐτοὺς ἐν σχοινίῳ κληροδοσίας καὶ κατεσκήνωσεν ἐν τοῖς σκηνώμασιν αὐτῶν τὰς φυλὰς τοῦ ̓Ισραήλ.
καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν Θεὸν τὸν ῞Υψιστον καὶ τὰ μαρτύρια αὐτοῦ οὐκ ἐφυλάξαντο
καὶ ἀπέστρεψαν καὶ ἠθέτησαν
καθὼς καὶ οἱ πατέρες αὐτῶνμετεστράφησαν εἰς τόξον στρεβλὸν καὶ παρώργισαν αὐτὸν ἐν τοῖς βουνοῖς αὐτῶνκαὶ ἐν τοῖς γλυπτοῖς αὐτῶν παρεζήλωσαν αὐτόνἤκουσεν ὁ Θεὸς καὶ ὑπερεῖδε καὶ ἐξουδένωσε σφόδρα τὸν ̓Ισραήλ.
καὶ ἀπώσατο τὴν σκηνὴν Σιλώμσκήνωμαὃ κατεσκήνωσεν ἐν ἀνθρώποις.
καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν καὶ τὴν καλλονὴν αὐτῶν εἰς χεῖρα ἐχθρῶν
καὶ συνέκλεισεν ἐν ρομφαίᾳ τὸν λαὸν αὐτοῦ καὶ τὴν κληρονομίαν αὐτοῦ ὑπερεῖδε
.
τοὺς νεανίσκους αὐτῶν κατέφαγε πῦρκαὶ αἱ παρθένοι αὐτῶν οὐκ ἐπενθήθησαν·
οἱ ἱερεῖς αὐτῶν ἐν ρομφαίᾳ ἔπεσον
καὶ αἱ χῆραι αὐτῶν οὐ κλαυθήσονται.
καὶ ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριοςὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου,
καὶ ἐπάταξε τοὺς ἐχθροὺς αὐτοῦ εἰς τὰ ὀπίσωὄνειδος αἰώνιον ἔδωκεν αὐτοῖς.
καὶ ἀπώσατο τὸ σκήνωμα ̓Ιωσὴφ καὶ τὴν φυλὴν ̓Εφραὶμ οὐκ ἐξελέξατο·
καὶ ἐξελέξατο τὴν φυλὴν ̓Ιούδα
τὸ ὄρος τὸ Σιώνὃ ἠγάπησε,
καὶ ᾠκοδόμησεν ὡς μονοκέρωτος τὸ ἁγίασμα αὐτοῦἐν τῇ γῇ ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.

καὶ ἐξελέξατο Δαυΐδ τὸν δοῦλον αὐτοῦ καὶ ἀνέλαβεν αὐτὸν ἐκ τῶν ποιμνίων τῶν προβάτωνἐξόπισθεν τῶν λοχευομένων ἔλαβεν αὐτόν ποιμαίνειν ̓Ιακὼβ τὸν δοῦλον αὐτοῦ καὶ ̓Ισραὴλ τὴν κληρονομίαν αὐτοῦ
καὶ ἐποίμανεν αὐτοὺς ἐν τῇ ἀκακίᾳ τῆς καρδίας αὐτοῦ
καὶ ἐν τῇ συνέσει τῶν χειρῶν αὐτοῦ ὡδήγησεν αὐτούς.

Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 78ος

Ὁ Θεόςἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σουἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σουἔθεντο ̔Ιερουσαλὴμ ὡς ὀπωροφυλάκιον.
ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦτὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς·

ἐξέχεαν τὸ αἷμα αὐτῶν ὡσεὶ ὕδωρ κύκλῳ ̔Ιερουσαλήμκαὶ οὐκ ἦν ὁ θάπτων.
ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶνμυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν.
ἕως πότεΚύριεὀργισθήσῃ εἰς τέλοςἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου;
ἔκχεον τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ γινώσκοντά σε καὶ ἐπὶ βασιλείαςαἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο,
ὅτι κατέφαγον τὸν ̓Ιακώβκαὶ τὸν τόπον αὐτοῦ ἠρήμωσαν.
μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων· ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σουΚύριεὅτι ἐπτωχεύσαμεν σφόδρα.
βοήθησον ἡμῖνὁ Θεόςὁ σωτὴρ ἡμῶν· ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σουΚύριερῦσαι ἡμᾶς καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκα τοῦ ὀνόματός σου,
μή ποτε εἴπωσι τὰ ἔθνη· ποῦ ἔστιν ὁ Θεὸς αὐτῶνκαὶ γνωσθήτω ἐν τοῖς ἔθνεσιν ἐνώπιον τῶν ὀφθαλμῶν ἡμῶν ἡ ἐκδίκησις τοῦ αἵματος τῶν δούλων σου τοῦ ἐκκεχυμένου.
εἰσελθέτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπεδημένωνκατὰ τὴν μεγαλωσύνην τοῦ βραχίονός σου περιποίησαι τοὺς υἱοὺς τῶν τεθανατωμένων.
ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν τὸν ὀνειδισμὸν αὐτῶνὃν ὠνείδισάν σεΚύριε.
ἡμεῖς δὲ λαός σου καὶ πρόβατα νομῆς σου ἀνθομολογησόμεθά σοι εἰς τὸν αἰῶναεἰς γενεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴν αἴνεσίν σου.

ΨΑΛΜΟΣ 79ος

Ὁ ποιμαίνων τὸν ̓Ισραήλπρόσχεςὁ ὁδηγῶν ὡσεὶ πρόβατα τὸν ̓Ιωσήφὁ καθήμενος ἐπὶ τῶν Χερουβίμἐμφάνηθι.
ἐναντίον ̓Εφραὶμ καὶ Βενιαμὶν καὶ Μανασσῆ ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.

ὁ Θεόςἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα.
Κύριε ὁ Θεὸς τῶν δυνάμεωνἕως πότε ὀργίζῃ ἐπὶ τὴν προσευχὴν τῶν δούλων σου;
ψωμιεῖς ἡμᾶς ἄρτον δακρύωνκαὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ;
ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶνκαὶ οἱ ἐχθροὶ ἡμῶν ἐμυκτήρισαν ἡμᾶς.
Κύριε ὁ Θεὸς τῶν δυνάμεωνἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σουκαὶ σωθησόμεθα(διάψαλμα).
ἄμπελον ἐξ Αἰγύπτου μετῇραςἐξέβαλες ἔθνη καὶ κατεφύτευσας αὐτήν·
ὡδοποίησας ἔμπροσθεν αὐτῆς καὶ κατεφύτευσας τὰς ρίζας αὐτῆς
καὶ ἐπλήρωσε τὴν γῆνἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ·
ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης καὶ ἕως ποταμῶν τὰς παραφυάδας αὐτῆς
.
ἱνατί καθεῖλες τὸν φραγμὸν αὐτῆς καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόνἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦκαὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν.
ὁ Θεὸς τῶν δυνάμεωνἐπίστρεψον δήκαὶ ἐπίβλεψον ἐξ οὐρανοῦ καὶ ἴδε καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην
καὶ κατάρτισαι αὐτήν
ἣν ἐφύτευσεν ἡ δεξιά σουκαὶ ἐπὶ υἱὸν ἀνθρώπουὃν ἐκραταίωσας σεαυτῷ.
ἐμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμμένη· ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου σου ἀπολοῦνταιγενηθήτω ἡ χείρ σου ἐπ ̓ ἄνδρα δεξιᾶς σου καὶ ἐπὶ υἱὸν ἀνθρώπουὃν ἐκραταίωσας σεαυτῷ·

καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦζωώσεις ἡμᾶςκαὶ τὸ ὄνομά σου ἐπικαλεσόμεθαΚύριεὁ Θεὸς τῶν δυνάμεωνἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σουκαὶ σωθησόμεθα.

ΨΑΛΜΟΣ 80ος

Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶνἀλαλάξατε τῷ Θεῷ ̓Ιακώβ·
λάβετε ψαλμὸν καὶ δότε τύμπανον
ψαλτήριον τερπνὸν μετὰ κιθάρας·
σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι
ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν·
ὅτι πρόσταγμα τῷ ̓Ισραήλ ἐστι καὶ κρῖμα τῷ Θεῷ ̓Ιακώβ
.
μαρτύριον ἐν τῷ ̓Ιωσὴφ ἔθετο αὐτὸν ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου· γλῶσσανἣν οὐκ ἔγνωἤκουσεν·
ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ
αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν.
ἐν θλίψει ἐπεκαλέσω μεκαὶ ἐρρυσάμην σε· ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδοςἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας(διάψαλμα).
ἄκουσονλαός μουκαὶ διαμαρτύρομαί σοἰΙσραήλἐὰν ἀκούσῃς μου,
οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατοςοὐδὲ προσκυνήσεις Θεῷ ἀλλοτρίῳ·
ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου· πλάτυνον τὸ στόμα σου
καὶ πληρώσω αὐτό.
καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μουκαὶ ̓Ισραὴλ οὐ προσέσχε μοι·
καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν
πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.
εἰ ὁ λαός μου ἤκουσέ μοὐΙσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη,
ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον ἂν τὴν χεῖρά μου.
οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷκαὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα.
καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 81ος

Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶνἐν μέσῳ δὲ θεοὺς διακρινεῖ.
ἕως πότε κρίνετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε(διάψαλμα).
κρίνατε ὀρφανῷ καὶ πτωχῷταπεινὸν καὶ πένητα δικαιώσατε·
ἐξέλεσθε πένητα καὶ πτωχόν
ἐκ χειρὸς ἁμαρτωλοῦ ρύσασθε αὐτόν.
οὐκ ἔγνωσαν οὐδὲ συνῆκανἐν σκότει διαπορεύονται· σαλευθήσονται πάντα τὰ θεμέλια τῆς γῆςἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ̔Υψίστου πάντες·
ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε
.
ἀνάσταὁ Θεόςκρίνων τὴν γῆνὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.

ΨΑΛΜΟΣ 82ος

Ὁ Θεόςτίς ὁμοιωθήσεταί σοιμὴ σιγήσῃς μηδὲ καταπραΰνῃςὁ Θεός·
ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν
καὶ οἱ μισοῦντές σε ᾖραν κεφαλήν,
ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου·
εἶπαν· δεῦτε καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους
καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα ̓Ισραὴλ ἔτι.
ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτόκατὰ σοῦ διαθήκην διέθεντο
τὰ σκηνώματα τῶν ̓Ιδουμαίων καὶ οἱ ̓Ισμαηλῖται
Μωὰβ καὶ οἱ ̓Αγαρηνοί,
Γεβὰλ καὶ ̓Αμμὼν καὶ ̓Αμαλὴκ καὶ ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον.
καὶ γὰρ καὶ ̓Ασσοὺρ συμπαρεγένετο μετ ̓ αὐτῶνἐγενήθησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ(διάψαλμα).
ποίησον αὐτοῖς ὡς τῇ Μαδιὰμ καὶ τῷ Σισάρᾳὡς τῷ ̓Ιαβεὶμ ἐν τῷ χειμάρρῳ Κεισών· ἐξωλοθρεύθησαν ἐν ̓Αενδώρἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ.
θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν ̓Ωρὴβ καὶ Ζὴβ καὶ Ζεβεὲ καὶ Σαλμανὰ πάντας τοὺς ἄρχοντας αὐτῶν,
οἵτινες εἶπαν· Κληρονομήσωμεν ἑαυτοῖς τὸ ἁγιαστήριον τοῦ Θεοῦ.
ὁ Θεός μουθοῦ αὐτοὺς ὡς τροχόνὡς καλάμην κατὰ πρόσωπον ἀνέμου·

ὡσεὶ πῦρὃ διαφλέξει δρυμόνὡσεὶ φλόξἣ κατακαύσει ὄρη,
οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σουκαὶ ἐν τῇ ὀργῇ σου συνταράξεις αὐτούςπλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίαςκαὶ ζητήσουσι τὸ ὄνομά σουΚύριεαἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν
καὶ γνώτωσαν ὅτι ὄνομά σοι Κύριος· σὺ μόνος ῞Υψιστος ἐπὶ πᾶσαν τὴν γῆν
.

ΨΑΛΜΟΣ 83ος

Ὡς ἀγαπητὰ τὰ σκηνώματά σουΚύριε τῶν δυνάμεων.
ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίουἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ Θεὸν ζῶντα.
καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν καὶ τρυγὼν νοσσιὰν ἑαυτῇοὗ θήσει τὰ νοσσία ἑαυτῆςτὰ θυσιαστήριά σουΚύριε τῶν δυνάμεωνὁ Βασιλεύς μου καὶ ὁ Θεός μου.
μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σουεἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε(διάψαλμα).
μακάριος ἀνήρᾧ ἐστιν ἡ ἀντίληψις αὐτοῦ παρὰ σοί· ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο
εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος
εἰς τὸν τόπονὃν ἔθετο· καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶνπορεύσονται ἐκ δυνάμεως εἰς δύναμινὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών.
Κύριε ὁ Θεὸς τῶν δυνάμεωνεἰσάκουσον τῆς προσευχῆς μουἐνώτισαιὁ Θεὸς ̓Ιακώβ(διάψαλμα).
ὑπερασπιστὰ ἡμῶνἴδεὁ Θεόςκαὶ ἐπίβλεψον εἰς τὸ πρόσωπον τοῦ χριστοῦ σου.
ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας· ἐξελεξάμην παραρριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν.
ὅτι ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος ὁ Θεόςχάριν καὶ δόξαν δώσει· Κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ.
Κύριεὁ Θεὸς τῶν δυνάμεωνμακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.

ΨΑΛΜΟΣ 84ος

ΕὐδόκησαςΚύριετὴν γῆν σουἀπέστρεψας τὴν αἰχμαλωσίαν ̓Ιακώβ·
ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου
ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν(διάψαλμα)κατέπαυσας πᾶσαν τὴν ὀργήν σουἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου.
ἐπίστρεψον ἡμᾶςὁ Θεὸς τῶν σωτηρίων ἡμῶνκαὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ ̓ ἡμῶν.
μὴ εἰς τοὺς αἰῶνας ὀργισθῇς ἡμῖνἢ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν;
ὁ Θεόςσὺ ἐπιστρέψας ζωώσεις ἡμᾶςκαὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοί.
δεῖξον ἡμῖνΚύριετὸ ἔλεός σου καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν.
ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεόςὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπ ̓ αὐτόν.
πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶνἔλεος καὶ ἀλήθεια συνήντησανδικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν·
ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε
καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψε.
καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητακαὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς·
δικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ
.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΚΑΘΙΣΜΑ ΔΩΔΕΚΑΤΟΝ
ΨΑΛΜΟΣ 
85
ος
ΚλῖνονΚύριετὸ οὖς σου καὶ ἐπάκουσόν μουὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ.
φύλαξον τὴν ψυχήν μουὅτι ὅσιός εἰμι· σῶσον τὸν δοῦλόν σουὁ Θεός μουτὸν ἐλπίζοντα ἐπὶ σέἐλέησόν μεΚύριεὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν.
εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σουὅτι πρὸς σέΚύριεἦρα τὴν ψυχήν μου.
ὅτι σύΚύριεχρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε.
ἐνώτισαιΚύριετὴν προσευχήν μου καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.
ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σέὅτι ἐπήκουσάς μου.
οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖςΚύριεκαὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου.

πάντα τὰ ἔθνηὅσα ἐποίησαςἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σουΚύριεκαὶ δοξάσουσι τὸ ὄνομά σου.
ὅτι μέγας εἶ σὺ καὶ ποιῶν θαυμάσιασὺ εἶ Θεὸς μόνος.
ὁδήγησόν μεΚύριεἐν τῇ ὁδῷ σουκαὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου· εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου.

ἐξομολογήσομαί σοιΚύριε ὁ Θεός μουἐν ὅλῃ καρδίᾳ μουκαὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα.
ὅτι τὸ ἔλεός σου μέγα ἐπ ̓ ἐμὲ καὶ ἐρρύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου.
ὁ Θεόςπαράνομοι ἐπανέστησαν ἐπ ̓ ἐμέκαὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν.

καὶ σύΚύριε ὁ Θεός μουοἰκτίρμων καὶ ἐλεήμωνμακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινόςἐπίβλεψον ἐπ ̓ ἐμὲ καὶ ἐλέησόν μεδὸς τὸ κράτος σου τῷ παιδί σου καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου.
ποίησον μετ ̓ ἐμοῦ σημεῖον εἰς ἀγαθόνκαὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσανὅτι σύΚύριεἐβοήθησάς μοι καὶ παρεκάλεσάς με.

ΨΑΛΜΟΣ 86ος

Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις·
ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα ̓Ιακώβ
.
δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ(διάψαλμα).
μνησθήσομαι Ραὰβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσί με· καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς τῶν Αἰθιόπωνοὗτοι ἐγενήθησαν ἐκεῖ.
μήτηρ Σιώνἐρεῖ ἄνθρωποςκαὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇκαὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ῞Υψιστος.
Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ(διάψαλμα)ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί.

ΨΑΛΜΟΣ 87ος

Κύριε ὁ Θεὸς τῆς σωτηρίας μουἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου·
εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου
κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.
ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μουκαὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε·
προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον
ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νεκροῖς ἐλεύθερος,

ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳὧν οὐκ ἐμνήσθης ἔτι καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν.
ἔθεντό με ἐν λάκκῳ κατωτάτῳἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου.
ἐπ ̓ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σουκαὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ ̓ ἐμέ(διάψαλμα).

ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ ̓ ἐμοῦἔθεντό με βδέλυγμα ἑαυτοῖςπαρεδόθην καὶ οὐκ ἐξεπορευόμην.
οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας· ἐκέκραξα πρὸς σέΚύριεὅλην τὴν ἡμέρανδιεπέτασα πρὸς σὲ τὰς χεῖράς μου·

μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσιαἢ ἰατροὶ ἀναστήσουσικαὶ ἐξομολογήσονταί σοι;
μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ;
μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃκἀγὼ πρὸς σέΚύριεἐκέκραξακαὶ τὸ πρωΐ ἡ προσευχή μου προφθάσει σε.
ἱνατίΚύριεἀπωθῇ τὴν ψυχήν μουἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ ̓ ἐμοῦ;
πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μουὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθηνἐπ ̓ ἐμὲ διῆλθον αἱ ὀργαί σουοἱ φοβερισμοί σου ἐξετάραξάν με,
ἐκύκλωσάν με ὡσεὶ ὕδωρ ὅλην τὴν ἡμέρανπεριέσχον με ἅμα.
ἐμάκρυνας ἀπ ̓ ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 88ος

Τὰ ἐλέη σουΚύριεεἰς τὸν αἰῶνα ᾄσομαιεἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου,
ὅτι εἶπας· εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται· ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου· διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μουὤμοσα Δαυΐδ τῷ δούλῳ μου·

ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου(διάψαλμα).
ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σουΚύριεκαὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίωνὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳκαὶ τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ;

ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίωνμέγας καὶ φοβερὸς ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦΚύριε ὁ Θεὸς τῶν δυνάμεωντίς ὅμοιός σοιδυνατὸς εἶΚύριεκαὶ ἡ ἀλήθειά σου κύκλῳ σουσὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσηςτὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνειςσὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανονἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου.

σοί εἰσιν οἱ οὐρανοίκαὶ σή ἐστιν ἡ γῆ· τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσαςτὸν βορρᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτισαςΘαβὼρ καὶ ̔Ερμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονταισὸς ὁ βραχίων μετὰ δυναστείας· κραταιωθήτω ἡ χείρ σουὑψωθήτω ἡ δεξιά σου.
δικαιοσύνη καὶ κρίμα ἑτοιμασία τοῦ θρόνου σουἔλεος καὶ ἀλήθεια προπορεύσονται πρὸ προσώπου σου.
μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν· Κύριεἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται
καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται
ὅτι καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶκαὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν.
ὅτι τοῦ Κυρίου ἡ ἀντίληψις καὶ τοῦ ἁγίου ̓Ισραὴλ βασιλέως ἡμῶν.
τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου καὶ εἶπας· ἐθέμην βοήθειαν ἐπὶ δυνατόνὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου·
εὗρον Δαυΐδ τὸν δοῦλόν μου
ἐν ἐλέει ἁγίῳ μου ἔχρισα αὐτόν.
ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν·
οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ
καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν.
καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαικαὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ ̓ αὐτοῦκαὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ.
καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ.
αὐτὸς ἐπικαλέσεταί με· πατήρ μου εἶ σύΘεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου·
κἀγὼ πρωτότοκον θήσομαι αὐτόν
ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.
εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μουκαὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ·
καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ
.
ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν,
ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσι καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν,
ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν·
τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ ̓ αὐτῶν
οὐδ ̓ οὐ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου,
οὐδ ̓ οὐ μὴ βεβηλώσω τὴν διαθήκην μου καὶ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω.
ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μουεἰ τῷ Δαυΐδ ψεύσομαι·
τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου
καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα· καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός
(διάψαλμα).
σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσαςἀνεβάλου τὸν χριστόν σου·
κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου
ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦκαθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν·
διήρπασαν αὐτὸν πάντες οἱ διοδεύοντες ὁδόν
ἐγενήθη ὄνειδος τοῖς γείτοσιν αὐτοῦ.
ὕψωσας τὴν δεξιὰν τῶν θλιβόντων αὐτόνεὔφρανας πάντας τοὺς ἐχθροὺς αὐτοῦ.
ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ καὶ οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳκατέλυσας ἀπὸ καθαρισμοῦ αὐτοῦτὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέρραξας.
ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦκατέχεας αὐτοῦ αἰσχύνην(διάψαλμα).
ἕως πότεΚύριεἀποστρέφῃ εἰς τέλοςἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου;

μνήσθητι τίς μου ἡ ὑπόστασις· μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπωντίς ἐστιν ἄνθρωποςὃς ζήσεταικαὶ οὐκ ὄψεται θάνατονῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδου(διάψαλμα).
ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖαΚύριεἃ ὤμοσας τῷ Δαυΐδ ἐν τῇ ἀληθείᾳ σου;
μνήσθητιΚύριετοῦ ὀνειδισμοῦ τῶν δούλων σουοὗ ὑπέσχον ἐν τῷ κόλπῳ πολλῶν ἐθνῶνοὗ ὠνείδισαν οἱ ἐχθροί σουΚύριεοὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ χριστοῦ σουεὐλογητὸς Κύριος εἰς τὸν αἰῶναγένοιτο γένοιτο.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 89ος

Κύριεκαταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ·
πρὸ τοῦ ὄρη γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην
καὶ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ.
μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν· καὶ εἶπας· ἐπιστρέψατε υἱοὶ τῶν ἀνθρώπων.
ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡς ἡμέρα ἡ ἐχθέςἥτις διῆλθεκαὶ φυλακὴ ἐν νυκτί.
τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονταιτὸ πρωΐ ὡσεὶ χλόη παρέλθοι,
τὸ πρωΐ ἀνθήσαι καὶ παρέλθοιτὸ ἑσπέρας ἀποπέσοισκληρυνθείη καὶ ξηρανθείη.
ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν.
ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου· αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου.
ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπονκαὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν· τὰ ἔτη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων.
αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτηἐὰν δὲ ἐν δυναστείαιςὀγδοήκοντα ἔτηκαὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος· ὅτι ἐπῆλθε πρᾳότης ἐφ ̓ ἡμᾶςκαὶ παιδευθησόμεθα.
τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου ἐξαριθμήσασθαιτὴν δεξιάν σου οὕτω γνώρισόν μοι καὶ τοὺς πεπαιδευμένους τῇ καρδίᾳ ἐν σοφίᾳ.
ἐπίστρεψονΚύριε· ἕως πότεκαὶ παρακλήθητι ἐπὶ τοῖς δούλοις σου.
ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σουΚύριεκαὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· εὐφρανθείημεν
ἀνθ ̓ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς
ἐτῶνὧν εἴδομεν κακά.
καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν,
καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ ̓ ἡμᾶςκαὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ ̓ ἡμᾶς καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

ΨΑΛΜΟΣ 90ος

Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ̔Υψίστουἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.
ἐρεῖ τῷ Κυρίῳ· ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μουὁ Θεός μουκαὶ ἐλπιῶ ἐπ ̓ αὐτόν,
ὅτι αὐτὸς ρύσεταί σε ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους.
ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοικαὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ.

οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦἀπὸ βέλους πετομένου ἡμέρας,
ἀπὸ πράγματος ἐν σκότει διαπορευομένουἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦπεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ δεξιῶν σουπρὸς σὲ δὲ οὐκ ἐγγιεῖ·
πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει
.
ὅτι σύΚύριεἡ ἐλπίς μου· τὸν ῞Υψιστον ἔθου καταφυγήν σου.
οὐ προσελεύσεται πρὸς σὲ κακάκαὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου.
ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου·
ἐπὶ χειρῶν ἀροῦσί σε
μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου·
ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα
.
ὅτι ἐπ ̓ ἐμὲ ἤλπισεκαὶ ρύσομαι αὐτόν· σκεπάσω αὐτόνὅτι ἔγνω τὸ ὄνομά μου.
κεκράξεται πρός μεκαὶ ἐπακούσομαι αὐτοῦμετ ̓ αὐτοῦ εἰμι ἐν θλίψει· ἐξελοῦμαι αὐτόνκαὶ δοξάσω αὐτόν.
μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου
Δόξα
... καὶ νῦν... Ἀλληλούΐα

ΚΑΘΙΣΜΑ ΔΕΚΑΤΟΝ ΤΡΙΤΟΝ
ΨΑΛΜΟΣ 
91
ος
Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου῞Υψιστε,
τοῦ ἀναγγέλλειν τῷ πρωΐ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα
ἐν δεκαχόρδῳ ψαλτηρίῳ μετ ̓ ᾠδῆς ἐν κιθάρᾳ
.
ὅτι εὔφρανάς μεΚύριεἐν τοῖς ποιήμασί σουκαὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἀγαλλιάσομαιὡς ἐμεγαλύνθη τὰ ἔργα σου Κύριε· σφόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου.
ἀνὴρ ἄφρων οὐ γνώσεταικαὶ ἀσύνετος οὐ συνήσει ταῦτα.
ἐν τῷ ἀνατεῖλαι ἁμαρτωλοὺς ὡσεὶ χόρτον καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίανὅπως ἂν ἐξολοθρευθῶσιν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
σὺ δὲ ῞Υψιστος εἰς τὸν αἰῶναΚύριε·
ὅτι ἰδοὺ οἱ ἐχθροί σου
Κύριεἰδοὺ οἱ ἐχθροί σου ἀπολοῦνταικαὶ διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,
καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ πίονι·
καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου
καὶ ἐν τοῖς ἐπανισταμένοις ἐπ ̓ ἐμὲ πονηρευομένοις ἀκούσατε τὸ οὖς μου.
δίκαιος ὡς φοῖνιξ ἀνθήσειὡσεὶ ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίουἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν·
ἔτι πληθυνθήσονται ἐν γήρει πίονι καὶ εὐπαθοῦντες ἔσονται τοῦ ἀναγγεῖλαι
ὅτι εὐθὴς Κύριος ὁ Θεὸς ἡμῶν καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ
.

ΨΑΛΜΟΣ 92ος

Ὁ Κύριος ἐβασίλευσενεὐπρέπειαν ἐνεδύσατοἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο· καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένηνἥτις οὐ σαλευθήσεται.
ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότεἀπὸ τοῦ αἰῶνος σὺ εἶ.
ἐπῆραν οἱ ποταμοίΚύριεἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν· ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρίψεις αὐτῶν.

ἀπὸ φωνῶν ὑδάτων πολλῶν θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσηςθαυμαστὸς ἐν ὑψηλοῖς ὁ Κύριος.
τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα· τῷ οἴκῳ σου πρέπει ἁγίασμαΚύριεεἰς μακρότητα ἡμερῶν.

ΨΑΛΜΟΣ 93ος

Θεὸς ἐκδικήσεων ΚύριοςΘεὸς ἐκδικήσεων ἐπαρρησιάσατο.
ὑψώθητι ὁ κρίνων τὴν γῆνἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις.
ἕως πότε ἁμαρτωλοίΚύριεἕως πότε ἁμαρτωλοὶ καυχήσονται,
φθέγξονται καὶ λαλήσουσιν ἀδικίανλαλήσουσι πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν;
τὸν λαόν σουΚύριεἐταπείνωσαν καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν,
χήραν καὶ ὀρφανὸν ἀπέκτεινανκαὶ προσήλυτον ἐφόνευσαν
καὶ εἶπαν· οὐκ ὄψεται Κύριος
οὐδὲ συνήσει ὁ Θεὸς τοῦ ̓Ιακώβ.
σύνετε δήἄφρονες ἐν τῷ λαῷ· καίμωροίποτὲ φρονήσατε.
ὁ φυτεύσας τὸ οὖς οὐχὶ ἀκούειἢ ὁ πλάσας τὸν ὀφθαλμὸν οὐχὶ κατανοεῖ;
ὁ παιδεύων ἔθνη οὐχὶ ἐλέγξειὁ διδάσκων ἄνθρωπον γνῶσιν;
Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων ὅτι εἰσὶ μάταιοι.
μακάριος ὁ ἄνθρωποςὃν ἂν παιδεύσῃςΚύριεκαὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτὸν
τοῦ πραΰναι αὐτὸν ἀφ ̓ ἡμερῶν πονηρῶν
ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος.
ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει,
ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ(διάψαλμα).
τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένοιςἢ τίς συμπαραστήσεταί μοι ἐπὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν;
εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοιπαρὰ βραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου.
εἰ ἔλεγον· σεσάλευται ὁ πούς μουτὸ ἔλεός σουΚύριεἐβοήθει μοι.
Κύριεκατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου εὔφραναν τὴν

ψυχήν μου.
μὴ συμπροσέστω σοι θρόνος ἀνομίαςὁ πλάσσων κόπον ἐπὶ πρόσταγμα.
θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου καὶ αἷμα ἀθῷον καταδικάσονται.
καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγὴν καὶ ὁ Θεός μου εἰς βοηθὸν ἐλπίδος μου·
καὶ ἀποδώσει αὐτοῖς Κύριος τὴν ἀνομίαν αὐτῶν
καὶ κατὰ τὴν πονηρίαν αὐτῶν ἀφανιεῖ αὐτοὺς Κύριος ὁ Θεός.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 94ος

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν·
προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ
.
ὅτι Θεὸς μέγας Κύριος καὶ Βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν·
ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς
καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσιν·
ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα
καὶ αὐτὸς ἐποίησεν αὐτήνκαὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασανδεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ καὶ κλαύσωμεν ἐναντίον Κυρίουτοῦ ποιήσαντος ἡμᾶς·
ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν
καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ καὶ πρόβατα χειρὸς αὐτοῦ.
σήμερονἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητεμὴ σκληρύνητε τὰς καρδίας ὑμῶνὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ,
οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶνἐδοκίμασάν με καὶ εἶδον τὰ ἔργα μου.
τεσσαράκοντα ἔτη προσώχθισα τῇ γενεᾷ ἐκείνῃ καὶ εἶπα· ἀεὶ πλανῶνται τῇ καρδίᾳαὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου,
ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου· εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.

ΨΑΛΜΟΣ 95ος

Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόνᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ·
ᾄσατε τῷ Κυρίῳ· εὐλογήσατε τὸ ὄνομα αὐτοῦ
εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ·
ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ
ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ.
ὅτι μέγας Κύριος καὶ αἰνετὸς σφόδραφοβερός ἐστιν ὑπὲρ πάντας τοὺς θεούς·
ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια
ὁ δὲ Κύριος τοὺς οὐρανοὺς ἐποίησεν.
ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ.
ἐνέγκατε τῷ Κυρίῳαἱ πατριαὶ τῶν ἐθνῶνἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν·
ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ
ἄρατε θυσίας καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ· προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦσαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆεἴπατε ἐν τοῖς ἔθνεσιν· ὁ Κύριος ἐβασίλευσεκαὶ γὰρ κατώρθωσε τὴν οἰκουμένηνἥτις οὐ σαλευθήσεταικρινεῖ λαοὺς ἐν εὐθύτητι.
εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆσαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς·
χαρήσεται τὰ πεδία καὶ πάντα τὰ ἐν αὐτοῖς· τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ πρὸ προσώπου τοῦ Κυρίου
ὅτι ἔρχεταιὅτι ἔρχεται κρῖναι τὴν γῆνκρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν τῇ ἀληθείᾳ αὐτοῦ.

ΨΑΛΜΟΣ 96ος

Ὁ Κύριος ἐβασίλευσενἀγαλλιάσθω ἡ γῆεὐφρανθήτωσαν νῆσοι πολλαί.
νέφη καὶ γνόφος κύκλῳ αὐτοῦδικαιοσύνη καὶ κρίμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ.
πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ·
ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ
εἶδε καὶ ἐσαλεύθη ἡ γῆ.
τὰ ὄρη ὡσεὶ κηρὸς ἐτάκησαν ἀπὸ προσώπου Κυρίουἀπὸ προσώπου Κυρίου πάσης τῆς γῆςἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦκαὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦαἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖςοἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν· προσκυνήσατε αὐτῷπάντες οἱ ἄγγελοι αὐτοῦ.
ἤκουσε καὶ εὐφράνθη ἡ Σιώνκαὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς ̓Ιουδαίας ἕνεκεν τῶν

κριμάτων σουΚύριε·
ὅτι σὺ εἶ Κύριος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν
σφόδρα ὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεούςοἱ ἀγαπῶντες τὸν Κύριονμισεῖτε πονηρά· φυλάσσει Κύριος τὰς ψυχὰς τῶν ὁσίων αὐτοῦἐκ χειρὸς ἁμαρτωλῶν ρύσεται αὐτούς.
φῶς ἀνέτειλε τῷ δικαίῳ καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη.
εὐφράνθητεδίκαιοιἐν τῷ Κυρίῳκαὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦΔόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 97ος

Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόνὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος· ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ.
ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ ̓Ιακὼβ καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ ̓Ισραήλ· εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.

ἀλαλάξατε τῷ Θεῷπᾶσα ἡ γῆᾄσατε καὶ ἀγαλλιᾶσθε καὶ ψάλατε·
ψάλατε τῷ Κυρίῳ ἐν κιθάρᾳ
ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ·
ἐν σάλπιγξιν ἐλαταῖς καὶ φωνῇ σάλπιγγος κερατίνης ἀλαλάξατε ἐνώπιον τοῦ Βασιλέως Κυρίου
σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆςἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτότὰ ὄρη ἀγαλλιάσονται,
ὅτι ἥκει κρῖναι τὴν γῆν· κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι.

ΨΑΛΜΟΣ 98ος

Ὁ Κύριος ἐβασίλευσενὀργιζέσθωσαν λαοί· ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμσαλευθήτω ἡ γῆΚύριος ἐν Σιὼν μέγας καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς.
ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳὅτι φοβερὸν καὶ ἅγιόν ἐστι.
καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ· σὺ ἡτοίμασας εὐθύτηταςκρίσιν καὶ δικαιοσύνην ἐν ̓Ιακὼβ σὺ ἐποίησας.

ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦὅτι ἅγιός ἐστιΜωυσῆς καὶ ̓Ααρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦκαὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ· ἐπεκαλοῦντο τὸν Κύριονκαὶ αὐτὸς εἰσήκουσεν αὐτῶν,
ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς· ὅτι ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ καὶ τὰ προστάγματα αὐτοῦἃ ἔδωκεν αὐτοῖς.

Κύριε ὁ Θεὸς ἡμῶνσὺ ἐπήκουσε αὐτῶν· ὁ Θεόςσὺ εὐίλατος ἐγίνου αὐτοῖς καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν.
ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦὅτι ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν.

ΨΑΛΜΟΣ 99ος

Ἀλαλάξατε τῷ Κυρίῳπᾶσα ἡ γῆ,
δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃεἰσέλθετε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει.
γνῶτε ὅτι Κύριοςαὐτός ἐστιν ὁ Θεὸς ἡμῶναὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς· ἡμεῖς δὲ λαὸς αὐτοῦ καὶ πρόβατα τῆς νομῆς αὐτοῦ.
εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσειεἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοιςἐξομολογεῖσθε αὐτῷαἰνεῖτε τὸ ὄνομα αὐτοῦ,
ὅτι χρηστὸς Κύριοςεἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦκαὶ ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήθεια αὐτοῦ.

ΨΑΛΜΟΣ 100ος

Ἔλεος καὶ κρίσιν ᾄσομαί σοιΚύριε·
ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ· πότε ἥξεις πρός με
διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου ἐν μέσῳ τοῦ οἴκου μου.
οὐ προεθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομονποιοῦντας παραβάσεις ἐμίσησα· οὐκ ἐκολλήθη μοι καρδία σκαμβή.
ἐκκλίνοντος ἀπ ̓ ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον.
τὸν καταλαλοῦντα λάθρᾳ τὸν πλησίον αὐτοῦτοῦτον ἐξεδίωκον· ὑπερηφάνῳ ὀφθαλμῷ καὶ

ἀπλήστῳ καρδίᾳτούτῳ οὐ συνήσθιον.
οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς τοῦ συγκαθῆσθαι αὐτοὺς μετ ̓ ἐμοῦ· πορευόμενος ἐν ὁδῷ ἀμώμῳοὗτός μοι ἐλειτούργει.
οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίανλαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου.
εἰς τὰς πρωίας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΚΑΘΙΣΜΑ ΔΕΚΑΤΟΝ ΤΕΤΑΡΤΟΝ
ΨΑΛΜΟΣ 
101
ος
Κύριεεἰσάκουσον τῆς προσευχῆς μουκαὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθέτω.
μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ ̓ ἐμοῦ· ἐν ᾗ ἂν ἡμέρᾳ θλίβωμαικλῖνον πρός με τὸ οὖς σου· ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σεταχὺ ἐπάκουσόν μου,
ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μουκαὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν.
ἐπλήγην ὡσεὶ χόρτος καὶ ἐξηράνθη ἡ καρδία μουὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μουἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου.
ὡμοιώθην πελεκᾶνι ἐρημικῷἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ,
ἠγρύπνησα καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματος.
ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μουκαὶ οἱ ἐπαινοῦντές με κατ ̓ ἐμοῦ ὤμνυον.
ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων
ἀπὸ προσώπου τῆς ὀργῆς σου καὶ τοῦ θυμοῦ σου
ὅτι ἐπάρας κατέῤῥαξάς με.
αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησανκἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην.
σὺ δέΚύριεεἰς τὸν αἰῶνα μένειςκαὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν.
σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιώνὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτήνὅτι ἥκει καιρός·
ὅτι εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς
καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσι.
καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομά σουΚύριεκαὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σουὅτι οἰκοδομήσει Κύριος τὴν Σιὼν καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ.
ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν καὶ οὐκ ἐξουδένωσε τὴν δέησιν αὐτῶν.
γραφήτω αὕτη εἰς γενεὰν ἑτέρανκαὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον.
ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦΚύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψε
τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν πεπεδημένων
τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων,
τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα Κυρίου καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν ̔Ιερουσαλὴμ
ἐν τῷ συναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτὸ καὶ βασιλεῖς τοῦ δουλεύειν τῷ Κυρίῳ
.
ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ· τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι·
μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου· ἐν γενεᾷ γενεῶν τὰ ἔτη σου
.
κατ ̓ ἀρχὰς σύΚύριετὴν γῆν ἐθεμελίωσαςκαὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·
αὐτοὶ ἀπολοῦνται
σὺ δὲ διαμένειςκαὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονταικαὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται·
σὺ δὲ ὁ αὐτὸς εἶ
καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.
οἱ υἱοὶ τῶν δούλων σου κατασκηνώσουσικαὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνθήσεται.

ΨΑΛΜΟΣ 102ος

Εὐλόγειἡ ψυχή μουτὸν Κύριον καίπάντα τὰ ἐντός μουτὸ ὄνομα τὸ ἅγιον αὐτοῦ· εὐλόγειἡ ψυχή μουτὸν Κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ· τὸν εὐιλατεύοντα πάσας τὰς ἀνομίας σουτὸν ἰώμενον πάσας τὰς νόσους σου·
τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου
τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς· τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σουἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σουποιῶν ἐλεημοσύνας ὁ Κύριος καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις.

ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇτοῖς υἱοῖς ̓Ισραὴλ τὰ θελήματα αὐτοῦ.
οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριοςμακρόθυμος καὶ πολυέλεος·
οὐκ εἰς τέλος ὀργισθήσεται
οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ·
οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν
οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖνὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς

φοβουμένους αὐτόν·
καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν
ἐμάκρυνεν ἀφ ̓ ἡμῶν τὰς ἀνομίας ἡμῶν.
καθὼς οἰκτείρει πατὴρ υἱούςᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν,
ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶνἐμνήσθη ὅτι χοῦς ἐσμεν.
ἄνθρωποςὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦοὕτως ἐξανθήσει·
ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ
καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.
τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόνκαὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν
τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς
Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦκαὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζειεὐλογεῖτε τὸν Κύριονπάντες οἱ ἄγγελοι αὐτοῦδυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.
εὐλογεῖτε τὸν Κύριονπᾶσαι αἱ δυνάμεις αὐτοῦλειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ· εὐλογεῖτε τὸν Κύριονπάντα τὰ ἔργα αὐτοῦἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ· εὐλόγειἡ ψυχή μουτὸν Κύριον.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 103ος

Εὐλόγειἡ ψυχή μουτὸν ΚύριονΚύριε ὁ Θεός μουἐμεγαλύνθης σφόδραἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω
ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον
ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν·
ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ
ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων·

ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆςοὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦἐπὶ τῶν ὀρέων στήσονται ὕδατα·
ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται
ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον ὃν ἐθεμελίωσας αὐτά·
ὅριον ἔθου
ὃ οὐ παρελεύσονταιοὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.
ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξινἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα·
ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ
προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν·
ἐπ ̓ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει
ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς·
καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ
καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
χορτασθήσονται τὰ ξύλα τοῦ πεδίουαἱ κέδροι τοῦ Λιβάνουἃς ἐφύτευσας.
ἐκεῖ στρουθία ἐννοσσεύσουσιτοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῖται αὐτῶν.
ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοιςπέτρα καταφυγὴ τοῖς λαγωοῖς.
ἐποίησε σελήνην εἰς καιρούςὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
ἔθου σκότοςκαὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
ἀνέτειλεν ὁ ἥλιοςκαὶ συνήχθησαν καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
ὡς ἐμεγαλύνθη τὰ ἔργα σουΚύριε· πάντα ἐν σοφίᾳ ἐποίησαςἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σουαὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωροςἐκεῖ ἑρπετάὧν οὐκ ἔστιν ἀριθμόςζῷα μικρὰ μετὰ μεγάλων·
ἐκεῖ πλοῖα διαπορεύονται
δράκων οὗτοςὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
πάντα πρὸς σὲ προσδοκῶσιδοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον.
δόντος σου αὐτοῖς συλλέξουσινἀνοίξαντός σου τὴν χεῖρατὰ σύμπαντα πλησθήσονται χρηστότητος.
ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται· ἀντανελεῖς τὸ πνεῦμα αὐτῶνκαὶ ἐκλείψουσι καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.

ἐξαποστελεῖς τὸ πνεῦμά σουκαὶ κτισθήσονταικαὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶναςεὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ·
ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν
ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονταιᾄσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μουψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω·
ἡδυνθείη αὐτῷ ἡ διαλογή μου
ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοιὥστε μὴ ὑπάρχειν αὐτούςεὐλόγειἡ ψυχή μουτὸν Κύριον.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 104ος

Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦἀπαγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ·
ᾄσατε αὐτῷ καὶ ψάλατε αὐτῷ
διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ.
ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦεὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον· ζητήσατε τὸν Κύριον καὶ κραταιώθητεζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντός.

μνήσθητε τῶν θαυμασίων αὐτοῦὧν ἐποίησετὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ,
σπέρμα ̔Αβραὰμ δοῦλοι αὐτοῦυἱοὶ ̓Ιακὼβ ἐκλεκτοὶ αὐτοῦ.
αὐτὸς Κύριος ὁ Θεὸς ἡμῶνἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ.

ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦλόγουοὗ ἐνετείλατο εἰς χιλίας γενεάςὃν διέθετο τῷ ̔Αβραάμκαὶ τοῦ ὅρκου αὐτοῦ τῷ ̓Ισαὰκ
καὶ ἔστησεν αὐτὸν τῷ ̓Ιακὼβ εἰς πρόσταγμα καὶ τῷ ̓Ισραὴλ εἰς διαθήκην αἰώνιον λέγων· σοὶ δώσω τὴν γῆν Χαναὰν σχοίνισμα κληρονομίας ὑμῶν
.

ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖςὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ
καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος
καὶ ἐκ βασιλείας εἰς λαὸν ἕτερον.
οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτοὺς καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς·
μὴ ἅπτεσθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε
.
καὶ ἐκάλεσε λιμὸν ἐπὶ τὴν γῆνπᾶν στήριγμα ἄρτου συνέτριψεν·
ἀπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον
εἰς δοῦλον ἐπράθη ̓Ιωσήφ.
ἐταπείνωσαν ἐν πέδαις τοὺς πόδας αὐτοῦσίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ
μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ
τὸ λόγιον τοῦ Κυρίου ἐπύρωσεν αὐτόν.
ἀπέστειλε βασιλεὺς καὶ ἔλυσεν αὐτόνἄρχων λαοῦκαὶ ἀφῆκεν αὐτόν.
κατέστησεν αὐτὸν κύριον τοῦ οἴκου αὐτοῦ καὶ ἄρχοντα πάσης τῆς κτήσεως αὐτοῦ
τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ ὡς ἑαυτὸν καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι
καὶ εἰσῆλθεν ̓Ισραὴλ εἰς Αἴγυπτονκαὶ ̓Ιακὼβ παρῴκησεν ἐν γῇ Χάμ.

καὶ ηὔξησε τὸν λαὸν αὐτοῦ σφόδρα καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦμετέστρεψε τὴν καρδίαν αὐτοῦ τοῦ μισῆσαι τὸν λαὸν αὐτοῦτοῦ δολιοῦσθαι ἐν τοῖς δούλοις αὐτοῦ.
ἐξαπέστειλε Μωϋσῆν τὸν δοῦλον αὐτοῦ̓Ααρώνὃν ἐξελέξατο ἑαυτῷ.

ἔθετο ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων αὐτοῦ καὶ τῶν τεράτων αὐτοῦ ἐν γῇ Χάμἐξαπέστειλε σκότος καὶ ἐσκότασενὅτι παρεπίκραναν τοὺς λόγους αὐτοῦ· μετέστρεψε τὰ ὕδατα αὐτῶν εἰς αἷμακαὶ ἀπέκτεινε τοὺς ἰχθύας αὐτῶν.
ἐξῆρψεν ἡ γῆ αὐτῶν βατράχους ἐν τοῖς ταμιείοις τῶν βασιλέων αὐτῶν.

εἶπεκαὶ ἦλθε κυνόμυια καὶ σκνῖπες ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν.
ἔθετο τὰς βροχὰς αὐτῶν χάλαζανπῦρ καταφλέγον ἐν τῇ γῇ αὐτῶν,
καὶ ἐπάταξε τὰς ἀμπέλους αὐτῶν καὶ τὰς συκᾶς αὐτῶν καὶ συνέτριψε πᾶν ξύλον ὁρίου αὐτῶνεἶπε καὶ ἦλθεν ἀκρίςκαὶ βροῦχοςοὗ οὐκ ἦν ἀριθμός,
καὶ κατέφαγε πάντα τὸν χόρτον ἐν τῇ γῇ αὐτῶνκαὶ κατέφαγε τὸν καρπὸν τῆς γῆς αὐτῶν.
καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν τῇ γῇ αὐτῶνἀπαρχὴν παντὸς πόνου αὐτῶν.
καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳκαὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶνεὐφράνθη Αἴγυπτος ἐν τῇ ἐξόδῳ αὐτῶνὅτι ἐπέπεσεν ὁ φόβος αὐτῶν ἐπ ̓ αὐτούς.
διεπέτασε νεφέλην εἰς σκέπην αὐτοῖς καὶ πῦρ τοῦ φωτίσαι αὐτοῖς τὴν νύκτα.
ᾔτησανκαὶ ἦλθεν ὀρτυγομήτρακαὶ ἄρτον οὐρανοῦ ἐνέπλησεν αὐτούς·
διέρρηξε πέτραν
καὶ ἐρρύησαν ὕδαταἐπορεύθησαν ἐν ἀνύδροις ποταμοί.

ὅτι ἐμνήσθη τοῦ λόγου τοῦ ἁγίου αὐτοῦ τοῦ πρὸς ̔Αβραὰμ τὸν δοῦλον αὐτοῦ
καὶ ἐξήγαγε τὸν λαὸν αὐτοῦ ἐν ἀγαλλιάσει καὶ τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐν εὐφροσύνῃ
.
καὶ ἔδωκεν αὐτοῖς χώρας ἐθνῶνκαὶ πόνους λαῶν κατεκληρονόμησαν,
ὅπως ἂν φυλάξωσι τὰ δικαιώματα αὐτοῦκαὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσιν.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΚΑΘΙΣΜΑ ΔΕΚΑΤΟΝ ΠΕΜΠΤΟΝ
ΨΑΛΜΟΣ 
105
ος
Ἐξομολογεῖσθε τῷ Κυρίῳὅτι χρηστόςὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίουἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ;
μακάριοι οἱ φυλάσσοντες κρίσιν καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ.
μνήσθητι ἡμῶνΚύριεἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σουἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου
τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου
τοῦ εὐφρανθῆναι ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σουτοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου.
ἡμάρτομεν μετὰ τῶν πατέρων ἡμῶνἠνομήσαμενἠδικήσαμεν.
οἱ πατέρες ἡμῶν ἐν Αἰγύπτῳ οὐ συνῆκαν τὰ θαυμάσιά σου καὶ οὐκ ἐμνήσθησαν τοῦ πλήθους τοῦ ἐλέους σου καὶ παρεπίκραναν ἀναβαίνοντες ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ.
καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ τοῦ γνωρίσαι τὴν δυναστείαν αὐτοῦ·
καὶ ἐπετίμησε τῇ ἐρυθρᾷ θαλάσσῃ
καὶ ἐξηράνθηκαὶ ὡδήγησεν αὐτοὺς ἐν ἀβύσσῳ ὡς ἐν ἐρήμῳ· καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς μισοῦντος καὶ ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν·
ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτούς
εἷς ἐξ αὐτῶν οὐχ ὑπελείφθη.
καὶ ἐπίστευσαν τοῖς λόγοις αὐτοῦ καὶ ᾖσαν τὴν αἴνεσιν αὐτοῦ.
ἐτάχυνανἐπελάθοντο τῶν ἔργων αὐτοῦοὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ·
καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ
.
καὶ ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐτῶνκαὶ ἐξαπέστειλε πλησμονὴν εἰς τὰς ψυχὰς αὐτῶν.
καὶ παρώργισαν Μωυσῆν ἐν τῇ παρεμβολῇτὸν ̓Ααρὼν τὸν ἅγιον Κυρίου·
ἠνοίχθη ἡ γῆ καὶ κατέπιε Δαθὰν καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν ̓Αβειρών·
καὶ ἐξεκαύθη πῦρ ἐν τῇ συναγωγῇ αὐτῶν
φλὸξ κατέφλεξεν ἁμαρτωλούς.
καὶ ἐποίησαν μόσχον ἐν Χωρὴβ καὶ προσεκύνησαν τῷ γλυπτῷ.
καὶ ἠλλάξαντο τὴν δόξαν αὐτῶν ἐν ὁμοιώματι μόσχου ἐσθίοντος χόρτον.
καὶ ἐπελάθοντο τοῦ Θεοῦ τοῦ σῴζοντος αὐτούςτοῦ ποιήσαντος μεγάλα ἐν Αἰγύπτῳ,
θαυμαστὰ ἐν γῇ Χάμφοβερὰ ἐπὶ θαλάσσης ἐρυθρᾶς.
καὶ εἶπε τοῦ ἐξολοθρεῦσαι αὐτούςεἰ μὴ Μωυσῆς ὁ ἐκλεκτὸς αὐτοῦ ἔστη ἐν τῇ θραύσει ἐνώπιον αὐτοῦ τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ τοῦ μὴ ἐξολοθρεῦσαι αὐτούς.
καὶ ἐξουδένωσαν γῆν ἐπιθυμητήνοὐκ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ·
καὶ ἐγόγγυσαν ἐν τοῖς σκηνώμασιν αὐτῶν
οὐκ εἰσήκουσαν τῆς φωνῆς Κυρίου.
καὶ ἐπῆρε τὴν χεῖρα αὐτοῦ ἐπ ̓ αὐτοὺς τοῦ καταβαλεῖν αὐτοὺς ἐν τῇ ἐρήμῳ
καὶ τοῦ καταβαλεῖν τὸ σπέρμα αὐτῶν ἐν τοῖς ἔθνεσι καὶ διασκορπίσαι αὐτοὺς ἐν ταῖς χώραις
.
καὶ ἐτελέσθησαν τῷ Βεελφεγὼρ καὶ ἔφαγον θυσίας νεκρῶν·
καὶ παρώξυναν αὐτὸν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν
καὶ ἐπληθύνθη ἐν αὐτοῖς ἡ πτῶσις.
καὶ ἔστη Φινεὲς καὶ ἐξιλάσατοκαὶ ἐκόπασεν ἡ θραῦσις·
καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην εἰς γενεὰν καὶ γενεὰν ἕως τοῦ αἰῶνος
.
καὶ παρώργισαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας καὶ ἐκακώθη Μωυσῆς δι ̓ αὐτούς,
ὅτι παρεπίκραναν τὸ πνεῦμα αὐτοῦκαὶ διέστειλεν ἐν τοῖς χείλεσιν αὐτοῦ.
οὐκ ἐξωλόθρευσαν τὰ ἔθνηἃ εἶπε Κύριος αὐτοῖς,
καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι καὶ ἔμαθον τὰ ἔργα αὐτῶν·
καὶ ἐδούλευσαν τοῖς γλυπτοῖς αὐτῶν
καὶ ἐγενήθη αὐτοῖς εἰς σκάνδαλον·
καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις
καὶ ἐξέχεαν αἷμα ἀθῷον
αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρωνὧν ἔθυσαν τοῖς γλυπτοῖς Χαναὰν καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι
καὶ ἐμιάνθη ἐν τοῖς ἔργοις αὐτῶν
καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.
καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ·
καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας ἐχθρῶν
καὶ ἐκυρίευσαν αὐτῶν οἱ μισοῦντες αὐτούς.
καὶ ἔθλιψαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶνκαὶ ἐταπεινώθησαν ὑπὸ τὰς χεῖρας αὐτῶν.

πλεονάκις ἐρρύσατο αὐτούςαὐτοὶ δὲ παρεπίκραναν αὐτὸν ἐν τῇ βουλῇ αὐτῶν καὶ ἐταπεινώθησαν ἐν ταῖς ἀνομίαις αὐτῶν.
καὶ εἶδε Κύριος ἐν τῷ θλίβεσθαι αὐτούςἐν τῷ αὐτὸν εἰσακοῦσαι τῆς δεήσεως αὐτῶν·
καὶ ἐμνήσθη τῆς διαθήκης αὐτοῦ καὶ μετεμελήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ
καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς ἐναντίον πάντων τῶν αἰχμαλωτευσάντων αὐτούς
.
σῶσον ἡμᾶςΚύριε ὁ Θεὸς ἡμῶνκαὶ ἐπισυνάγαγε ἡμᾶς ἐκ τῶν ἐθνῶν τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου τῷ ἁγίῳτοῦ ἐγκαυχᾶσθαι ἐν τῇ αἰνέσει σου.

εὐλογητὸς Κύριος ὁ Θεὸς ̓Ισραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνοςκαὶ ἐρεῖ πᾶς ὁ λαός· γένοιτο γένοιτο.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 106ος

Ἐξομολογεῖσθε τῷ Κυρίῳὅτι χρηστόςὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου
οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ.
ἐκ τῶν χωρῶν συνήγαγεν αὐτούςἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βοῤῥᾶ καὶ θαλάσσηςἐπλανήθησαν ἐν τῇ ἐρήμῳ ἐν γῇ ἀνύδρῳὁδὸν πόλεως κατοικητηρίου οὐχ εὗρον,
πεινῶντες καὶ διψῶντεςἡ ψυχὴ αὐτῶν ἐν αὐτοῖς ἐξέλιπε·
καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτούς
καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐῤῥύσατο αὐτοὺς
καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου
ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπωνὅτι ἐχόρτασε ψυχὴν κενὴν καὶ πεινῶσαν ἐνέπλησεν ἀγαθῶν.
καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτουπεπεδημένους ἐν πτωχείᾳ καὶ σιδήρῳ,
ὅτι παρεπίκραναν τὰ λόγια τοῦ Θεοῦκαὶ τὴν βουλὴν τοῦ ̔Υψίστου παρώξυναν,
καὶ ἐταπεινώθη ἐν κόποις ἡ καρδία αὐτῶνἠσθένησανκαὶ οὐκ ἦν ὁ βοηθῶν·
καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτούς
καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτοὺς καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς θανάτου καὶ τοὺς δεσμοὺς αὐτῶν διέρρηξενἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπωνὅτι συνέτριψε πύλας χαλκᾶς καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν.
ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶνδιὰ γὰρ τὰς ἀνομίας αὐτῶν ἐταπεινώθησαν·
πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν
καὶ ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θανάτου·
καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτούς
καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούςἀπέστειλε τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶνἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων καὶ θυσάτωσαν αὐτῷ θυσίαν αἰνέσεως καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει.
οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοιςποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς,
αὐτοὶ εἶδον τὰ ἔργα Κυρίου καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ.
εἶπεκαὶ ἔστη πνεῦμα καταιγίδοςκαὶ ὑψώθη τὰ κύματα αὐτῆς·
ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων
ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο·
ἐταράχθησαν
ἐσαλεύθησαν ὡς ὁ μεθύωνκαὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη·
καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτούς
καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐξήγαγεν αὐτοὺς
καὶ ἐπέταξε τῇ καταιγίδι
καὶ ἔστη εἰς αὔρανκαὶ ἐσίγησαν τὰ κύματα αὐτῆς·
καὶ εὐφράνθησαν
ὅτι ἡσύχασανκαὶ ὡδήγησεν αὐτοὺς ἐπὶ λιμένα θελήματος αὐτοῦἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπωνὑψωσάτωσαν αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ καὶ ἐν καθέδρᾳ πρεσβυτέρων αἰνεσάτωσαν αὐτόν.
ἔθετο ποταμοὺς εἰς ἔρημον καὶ διεξόδους ὑδάτων εἰς δίψαν,
γῆν καρποφόρον εἰς ἅλμην ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ.
ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων.
καὶ κατῴκισεν ἐκεῖ πεινῶνταςκαὶ συνεστήσαντο πόλεις κατοικεσίας
καὶ ἔσπειραν ἀγροὺς καὶ ἐφύτευσαν ἀμπελῶνας καὶ ἐποίησαν καρπὸν γεννήματος
,
καὶ εὐλόγησεν αὐτούςκαὶ ἐπληθύνθησαν σφόδρακαὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνε.
καὶ ὠλιγώθησαν καὶ ἐκακώθησαν ἀπὸ θλίψεως κακῶν καὶ ὀδύνης.

ἐξεχύθη ἐξουδένωσις ἐπ ̓ ἄρχοντας αὐτῶνκαὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ καὶ οὐχ ὁδῷκαὶ ἐβοήθησε πένητι ἐκ πτωχείας καὶ ἔθετο ὡς πρόβατα πατριάς.
ὄψονται εὐθεῖς καὶ εὐφρανθήσονταικαὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς.
τίς σοφὸς καὶ φυλάξει ταῦτα καὶ συνήσει τὰ ἐλέη τοῦ Κυρίου;

Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 107ος

Ἑτοίμη ἡ καρδία μουὁ Θεόςἑτοίμη ἡ καρδία μουᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μουἐξεγέρθητιψαλτήριον καὶ κιθάρα· ἐξεγερθήσομαι ὄρθρου.
ἐξομολογήσομαί σοι ἐν λαοῖςΚύριεψαλῶ σοι ἐν ἔθνεσιν,
ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σουὑψώθητι ἐπὶ τοὺς οὐρανούςὁ Θεόςκαὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.

ὅπως ἂν ρυσθῶσιν οἱ ἀγαπητοί σουσῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου.
ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ· ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμακαὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω·
ἐμός ἐστι Γαλαάδ
καὶ ἐμός ἐστι Μανασσῆςκαὶ ̓Εφραὶμ ἀντίληψις τῆς κεφαλῆς μοὐΙούδας βασιλεύς μου,
Μωὰβ λέβης τῆς ἐλπίδος μουἐπὶ τὴν ̓Ιδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μουἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν.
τίς ἀπάξει με εἰς πόλιν περιοχῆςἢ τίς ὁδηγήσει με ἕως τῆς ̓Ιδουμαίας;
οὐχὶ σύὁ Θεόςὁ ἀπωσάμενος ἡμᾶςκαὶ οὐκ ἐξελεύσῃὁ Θεόςἐν ταῖς δυνάμεσιν ἡμῶν;
δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεωςκαὶ ματαία σωτηρία ἀνθρώπου.
ἐν τῷ Θεῷ ποιήσωμεν δύναμινκαὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν.

ΨΑΛΜΟΣ 108ος

Ὁ Θεόςτὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς,
ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ ̓ ἐμὲ ἠνοίχθηἐλάλησαν κατ ̓ ἐμοῦ γλώσσῃ δολίᾳ
καὶ λόγοις μίσους ἐκύκλωσάν με καὶ ἐπολέμησάν με δωρεάν
.
ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν μεἐγὼ δὲ προσηυχόμην·
καὶ ἔθεντο κατ ̓ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου
.
κατάστησον ἐπ ̓ αὐτὸν ἁμαρτωλόνκαὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ·
ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος
καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίανγενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαικαὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος.
γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ καὶ ἡ γυνὴ αὐτοῦ χήρα·
σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ καὶ ἐπαιτησάτωσαν
ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν.
ἐξερευνησάτω δανειστὴς πάνταὅσα ὑπάρχει αὐτῷκαὶ διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ·
μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήπτωρ
μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ·
γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολόθρευσιν
ἐν γενεᾷ μιᾷ ἐξαλειφθείη τὸ ὄνομα αὐτοῦἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ ἔναντι Κυρίουκαὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη·
γενηθήτωσαν ἐναντίον Κυρίου διαπαντός
καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν,
ἀνθ ̓ ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι.
καὶ ἠγάπησε κατάρανκαὶ ἥξει αὐτῷ· καὶ οὐκ ἠθέλησεν εὐλογίανκαὶ μακρυνθήσεται ἀπ ̓ αὐτοῦκαὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιονκαὶ εἰσῆλθεν ὡσεὶ ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ.
γενηθήτω αὐτῷ ὡς ἱμάτιονὃ περιβάλλεταικαὶ ὡσεὶ ζώνηἣν διαπαντὸς περιζώννυται.
τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίου καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου.
καὶ σύΚύριε Κύριεποίησον μετ ̓ ἐμοῦ ἕνεκεν τοῦ ὀνόματός σουὅτι χρηστὸν τὸ ἔλεός σουρῦσαί με,
ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώκαὶ ἡ καρδία μου τετάρακται ἐντός μου.

ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθηνἐξετινάχθην ὡσεὶ ἀκρίδες.
τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείαςκαὶ ἡ σάρξ μου ἠλλοιώθη δι ̓ ἔλαιον.
κἀγὼ ἐγενήθην ὄνειδος αὐτοῖς· εἴδοσάν μεἐσάλευσαν κεφαλὰς αὐτῶν.
βοήθησόν μοιΚύριε ὁ Θεός μουκαὶ σῶσόν με κατὰ τὸ ἔλεός σου.
καὶ γνώτωσαν ὅτι ἡ χείρ σου αὕτη καὶ σύΚύριεἐποίησας αὐτήν.
καταράσονται αὐτοίκαὶ σὺ εὐλογήσεις· οἱ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσανὁ δὲ δοῦλός σου εὐφρανθήσεται.
ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν καὶ περιβαλέσθωσαν ὡς διπλοΐδα αἰσχύνην αὐτῶν.
ἐξομολογήσομαι τῷ Κυρίῳ σφόδρα ἐν τῷ στόματί μου καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν,
ὅτι παρέστη ἐκ δεξιῶν πένητος τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΚΑΘΙΣΜΑ ΔΕΚΑΤΟΝ ΕΚΤΟΝ
ΨΑΛΜΟΣ 
109
ος
Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μουἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
ράβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιώνκαὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σουμετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου· ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε.
ὤμοσε Κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν ΜελχισεδέκΚύριος ἐκ δεξιῶν σου συνέθλασεν ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασιλεῖς·
κρινεῖ ἐν τοῖς ἔθνεσι
πληρώσει πτώματασυνθλάσει κεφαλὰς ἐπὶ γῆς πολλῶν.
ἐκ χειμάρρου ἐν ὁδῷ πίεται· διὰ τοῦτο ὑψώσει κεφαλήν.

ΨΑΛΜΟΣ 110ος

Ἐξομολογήσομαί σοιΚύριεἐν ὅλῃ καρδίᾳ μου ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ.
μεγάλα τὰ ἔργα Κυρίουἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ·
ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ
καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

μνείαν ἐποιήσατο τῶν θαυμασίων αὐτοῦἐλεήμων καὶ οἰκτίρμων ὁ Κύριος·
τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτόν
μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ.
ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλε τῷ λαῷ αὐτοῦ τοῦ δοῦναι αὐτοῖς κληρονομίαν ἐθνῶν.
ἔργα χειρῶν αὐτοῦ ἀλήθεια καὶ κρίσις· πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ,
ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνοςπεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι.
λύτρωσιν ἀπέστειλε τῷ λαῷ αὐτοῦἐνετείλατο εἰς τὸν αἰῶνα διαθήκην αὐτοῦ· ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ.
ἀρχὴ σοφίας φόβος Κυρίουσύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήνἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ΨΑΛΜΟΣ 111ος

Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριονἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα·
δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ
γενεὰ εὐθέων εὐλογηθήσεται.
δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦκαὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνοςἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος.
χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν· οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει,
ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεταιεἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος.
ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται· ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ Κύριον.
ἐστήρικται ἡ καρδία αὐτοῦοὐ μὴ φοβηθῇἕως οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ·
ἐσκόρπισεν
ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνοςτὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ.
ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεταιτοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται· ἐπιθυμία ἁμαρτωλοῦ ἀπολεῖται.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 112ος

ΑἰνεῖτεπαῖδεςΚύριοναἰνεῖτε τὸ ὄνομα Κυρίου·
εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος
ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνετὸν τὸ ὄνομα Κυρίου.
ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ Κύριοςἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦτίς ὡς Κύριος ὁ Θεὸς ἡμῶνὁ ἐν ὑψηλοῖς κατοικῶν
καὶ τὰ ταπεινὰ ἐφορῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ
,
ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα
τοῦ καθίσαι αὐτὸν μετὰ ἀρχόντων
μετὰ ἀρχόντων λαοῦ αὐτοῦ·
ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ
μητέρα ἐπὶ τέκνοις εὐφραινομένην.

ΨΑΛΜΟΣ 113ος

Ἐν ἐξόδῳ ̓Ισραὴλ ἐξ Αἰγύπτουοἴκου ̓Ιακὼβ ἐκ λαοῦ βαρβάρου,
ἐγενήθη ̓Ιουδαία ἁγίασμα αὐτοῦ̓Ισραὴλ ἐξουσία αὐτοῦ.
ἡ θάλασσα εἶδε καὶ ἔφυγενὁ ̓Ιορδάνης ἐστράφη εἰς τὰ ὀπίσω·
τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων
.
τί σοί ἐστιθάλασσαὅτι ἔφυγεςκαὶ σύ̓Ιορδάνηὅτι ἐστράφης εἰς τὰ ὀπίσωτὰ ὄρηὅτι ἐσκιρτήσατε ὡσεὶ κριοίκαὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων;

ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆἀπὸ προσώπου τοῦ Θεοῦ ̓Ιακὼβ
τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων
.
μὴ ἡμῖνΚύριεμὴ ἡμῖνἀλλ ̓ ἢ τῷ ὀνόματί σου δὸς δόξανἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σουμήποτε εἴπωσι τὰ ἔθνη· ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;
ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ πάνταὅσα ἠθέλησενἐποίησε.
τὰ εἴδωλα τῶν ἐθνῶνἀργύριον καὶ χρυσίονἔργα χειρῶν ἀνθρώπων·
στόμα ἔχουσι
καὶ οὐ λαλήσουσινὀφθαλμοὺς ἔχουσικαὶ οὐκ ὄψονται,
ὦτα ἔχουσικαὶ οὐκ ἀκούσονταιρῖνας ἔχουσικαὶ οὐκ ὀσφρανθήσονται,
χεῖρας ἔχουσικαὶ οὐ ψηλαφήσουσιπόδας ἔχουσι καὶ οὐ περιπατήσουσινοὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν.
ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ ̓ αὐτοῖς.
οἶκος ̓Ισραὴλ ἤλπισεν ἐπὶ Κύριον· βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν.
οἶκος ̓Ααρὼν ἤλπισεν ἐπὶ Κύριον· βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν.
οἱ φοβούμενοι τὸν Κύριον ἤλπισαν ἐπὶ Κύριον· βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν.
Κύριος μνησθεὶς ἡμῶν εὐλόγησεν ἡμᾶςεὐλόγησε τὸν οἶκον ̓Ισραήλεὐλόγησε τὸν οἶκον ̓Ααρών,
εὐλόγησε τοὺς φοβουμένους τὸν Κύριοντοὺς μικροὺς μετὰ τῶν μεγάλων.
προσθείη Κύριος ἐφ ̓ ὑμᾶςἐφ ̓ ὑμᾶς καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν.
εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν.
ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳτὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων.
οὐχ οἱ νεκροὶ αἰνέσουσί σεΚύριεοὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου,
ἀλλ ̓ ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν Κύριονἀπὸ τοῦ νῦνκαὶ ἕως τοῦ αἰῶνος.

ΨΑΛΜΟΣ 114ος

Ἠγάπησαὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου,
ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοίκαὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι.
περιέσχον με ὠδῖνες θανάτουκίνδυνοι ᾅδου εὕροσάν με· θλῖψιν καὶ ὀδύνην εὗρον,
καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην· ὦ Κύριερῦσαι τὴν ψυχήν μου.
ἐλεήμων ὁ Κύριος καὶ δίκαιοςκαὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ.
φυλάσσων τὰ νήπια ὁ Κύριος· ἐταπεινώθηνκαὶ ἔσωσέ με.
ἐπίστρεψονψυχή μουεἰς τὴν ἀνάπαυσίν σουὅτι Κύριος εὐηργέτησέ σε,
ὅτι ἐξείλετο τὴν ψυχήν μου ἐκ θανάτουτοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος.
εὐαρεστήσω ἐνώπιον Κυρίουἐν χώρᾳ ζώντων.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 115ος

Ἐπίτευσαδιὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.
ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης.
τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντωνὧν ἀνταπέδωκέ μοι;
ποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.
τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ.
τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
ὦ Κύριεἐγὼ δοῦλος σόςἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σουδιέρρηξας τοὺς δεσμούς μου,
σοὶ θύσω θυσίαν αἰνέσεως καὶ ἐν ὀνόματι Κυρίου ἐπικαλέσομαι.
τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ,
ἐν αὐλαῖς οἴκου Κυρίου ἐν μέσῳ σοὑΙερουσαλήμ.

ΨΑΛΜΟΣ 116ος

Αἰνεῖτε τὸν Κύριονπάντα τὰ ἔθνηἐπαινέσατε αὐτόνπάντες οἱ λαοί,
ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ ̓ ἡμᾶςκαὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

ΨΑΛΜΟΣ 117ος

Ἐξομολογεῖσθε τῷ Κυρίῳὅτι ἀγαθόςὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
εἰπάτω δὴ οἶκος ̓Ισραὴλ ὅτι ἀγαθόςὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
εἰπάτω δὴ οἶκος ̓Ααρὼν ὅτι ἀγαθός
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον ὅτι ἀγαθός
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦἐκ θλίψεως ἐπεκαλεσάμην τὸν Κύριονκαὶ ἐπήκουσέ μου εἰς πλατυσμόν.

Κύριος ἐμοὶ βοηθόςκαὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωποςΚύριος ἐμοὶ βοηθόςκἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου.
ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον ἢ πεποιθέναι ἐπ ̓ ἄνθρωπον·
ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον ἢ ἐλπίζειν ἐπ ̓ ἄρχουσι
.

πάντα τὰ ἔθνη ἐκύκλωσάν μεκαὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς·
κυκλώσαντες ἐκύκλωσάν με
καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον καὶ ἐξεκαύθησαν ὡς πῦρ ἐν ἀκάνθαιςκαὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖνκαὶ ὁ Κύριος ἀντελάβετό μου.
ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν.
φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων· δεξιὰ Κυρίου ἐποίησε δύναμιν,
δεξιὰ Κυρίου ὕψωσέ μεδεξιὰ Κυρίου ἐποίησε δύναμιν.
οὐκ ἀποθανοῦμαιἀλλὰ ζήσομαι καὶ διηγήσομαι τὰ ἔργα Κυρίου.
παιδεύων ἐπαίδευσέ με ὁ Κύριος καὶ τῷ θανάτῳ οὐ παρέδωκέ με.
ἀνοίξατέ μοι πύλας δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ Κυρίῳ.
αὕτη ἡ πύλη τοῦ Κυρίουδίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.
ἐξομολογήσομαί σοιὅτι ἐπήκουσάς μου καὶ ἐγένου μοι εἰς σωτηρίαν.
λίθονὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντεςοὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·
παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν
.
αὕτη ἡ ἡμέραἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
ὦ Κύριεσῶσον δήὦ Κύριεεὐόδωσον δή.
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυρίου.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου.
Θεός μου εἶ σύκαὶ ἐξομολογήσομαί σοι· Θεός μου εἶ σύκαὶ ὑψώσω σε· ἐξομολογήσομαί σοιὅτι ἐπήκουσάς μου καὶ ἐγένου μοι εἰς σωτηρίαν.
ἐξομολογεῖσθε τῷ Κυρίῳὅτι ἀγαθόςὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΚΑΘΙΣΜΑ ΔΕΚΑΤΟΝ ΕΒΔΟΜΟΝ

ΨΑΛΜΟΣ 118ος

Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου.
μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ· ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν.
οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν.
σὺ ἐνετείλω τὰς ἐντολάς σου τοῦ φυλάξασθαι σφόδρα.
ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ φυλάξασθαι τὰ δικαιώματά σου.
τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου.
ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σουτὰ δικαιώματά σου φυλάξω· μή με ἐγκαταλίπῃς ἕως σφόδρα. —
̓Εν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦἐν τῷ φυλάξασθαι τοὺς λόγους σου.
ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε· μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου.
ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σουὅπως ἂν μὴ ἁμάρτω σοι.
εὐλογητὸς εἶΚύριε· δίδαξόν με τὰ δικαιώματά σου.
ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου.
ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην ὡς ἐπὶ παντὶ πλούτῳ.
ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω καὶ κατανοήσω τὰς ὁδούς σου.
ἐν τοῖς δικαιώμασί σου μελετήσωοὐκ ἐπιλήσομαι τῶν λόγων σου. —
̓Ανταπόδος τῷ δούλῳ σου· ζήσομαι καὶ φυλάξω τοὺς λόγους σου.
ἀποκάλυψον τοὺς ὀφθαλμούς μουκαὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου.
πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ· μὴ ἀποκρύψῃς ἀπ ̓ ἐμοῦ τὰς ἐντολάς σου.
ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ.
ἐπετίμησας ὑπερηφάνοις· ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου.
περίελε ἀπ ̓ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσινὅτι τὰ μαρτύριά σου ἐξεζήτησα.
καὶ γὰρ ἐκάθισαν ἄρχοντες καὶ κατ ̓ ἐμοῦ κατελάλουνὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου.
καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστικαὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου. — ̓Εκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου· ζῆσόν με κατὰ τὸν λόγον σου.
τὰς ὁδούς μου ἐξήγγειλακαὶ ἐπήκουσάς μου· δίδαξόν με τὰ δικαιώματά σου.
ὁδὸν δικαιωμάτων σου συνέτισόν μεκαὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου.
ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας· βεβαίωσόν με ἐν τοῖς λόγοις σου.
ὁδὸν ἀδικίας ἀπόστησον ἀπ ̓ ἐμοῦ καὶ τῷ νόμῳ σου ἐλέησόν με.
ὁδὸν ἀληθείας ᾑρετισάμην καὶ τὰ κρίματά σου οὐκ ἐπελαθόμην.
ἐκολλήθην τοῖς μαρτυρίοις σουΚύριε· μή με καταισχύνῃς.
ὁδὸν ἐντολῶν σου ἔδραμονὅταν ἐπλάτυνας τὴν καρδίαν μου.—
Νομοθέτησόν μεΚύριετὴν ὁδὸν τῶν δικαιωμάτων σουκαὶ ἐκζητήσω αὐτὴν διαπαντόςσυνέτισόν μεκαὶ ἐξερευνήσω τὸν νόμον σου καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου.
ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σουὅτι αὐτὴν ἠθέλησα.
κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου καὶ μὴ εἰς πλεονεξίαν.
ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότηταἐν τῇ ὁδῷ σου ζῆσόν με.
στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου.
περίελε τὸν ὀνειδισμόν μουὃν ὑπώπτευσα· ὅτι τὰ κρίματά σου χρηστά.
ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου· ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με. —
Καὶ ἔλθοι ἐπ ̓ ἐμὲ τὸ ἔλεός σουΚύριετὸ σωτήριόν σου κατὰ τὸν λόγον σου.
καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγονὅτι ἤλπισα ἐπὶ τοῖς λόγοις σου.
καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδραὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα.
καὶ φυλάξω τὸν νόμον σου διαπαντόςεἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
καὶ ἐπορευόμην ἐν πλατυσμῷὅτι τὰς ἐντολάς σου ἐξεζήτησα.
καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην.
καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σουἃς ἠγάπησα σφόδρα.
καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου ἃς ἠγάπησακαὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου. —
Μνήσθητι τῶν λόγων σου τῷ δούλῳ σουὧν ἐπήλπισάς με.
αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μουὅτι τὸ λόγιόν σου ἔζησέ με.

ὑπερήφανοι παρηνόμουν ἕως σφόδραἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλιναἐμνήσθην τῶν κριμάτων σου ἀπ ̓ αἰῶνοςΚύριεκαὶ παρεκλήθην.
ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σουψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου.

ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σουΚύριεκαὶ ἐφύλαξα τὸν νόμον σου.
αὕτη ἐγενήθη μοιὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. —
Μερίς μου εἶΚύριεεἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου.
ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου· ἐλέησόν με κατὰ τὸ λόγιόν σουδιελογισάμην τὰς ὁδούς σου καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σουἡτοιμάσθην καὶ οὐκ ἐταράχθην τοῦ φυλάξασθαι τὰς ἐντολάς σου.

σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοικαὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.
μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.
μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου.
τοῦ ἐλέους σουΚύριεπλήρης ἡ γῆ· τὰ δικαιώματά σου δίδαξόν με. —
Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σουΚύριεκατὰ τὸν λόγον σου.
χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν μεὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα.
πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησαδιὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα.
χρηστὸς εἶ σύΚύριεκαὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου.
ἐπληθύνθη ἐπ ̓ ἐμὲ ἀδικία ὑπερηφάνωνἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σουἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶνἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα.
ἀγαθόν μοι ὅτι ἐταπείνωσάς μεὅπως ἂν μάθω τὰ δικαιώματά σου.
ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ

Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου.
οἱ φοβούμενοί σε ὄψονταί με καὶ εὐφρανθήσονταιὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα.
ἔγνωνΚύριεὅτι δικαιοσύνη τὰ κρίματά σουκαὶ ἀληθείᾳ ἐταπείνωσάς με.
γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου.
ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σουκαὶ ζήσομαιὅτι ὁ νόμος σου μελέτη μού ἐστιναἰσχυνθήτωσαν ὑπερήφανοιὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ· ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου.

ἐπιστρεψάτωσάν με οἱ φοβούμενοί σε καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου.
γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σουὅπως ἂν μὴ αἰσχυνθῶ. — ̓Εκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μουεἰς τοὺς λόγους σου ἐπήλπισα.
ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου λέγοντες· πότε παρακαλέσεις με;
ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην.
πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σουπότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσινδιηγήσαντό μοι παράνομοι ἀδολεσχίαςἀλλ ̓ οὐχ ὡς ὁ νόμος σουΚύριε.
πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια· ἀδίκως κατεδίωξάν μεβοήθησόν μοι.
παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου.
κατὰ τὸ ἔλεός σου ζῆσόν μεκαὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου. —
Εἰς τὸν αἰῶναΚύριεὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ.
εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου· ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει.
τῇ διατάξει σου διαμένει ἡμέραὅτι τὰ σύμπαντα δοῦλα σά.
εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μού ἐστιτότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου.
εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σουὅτι ἐν αὐτοῖς ἔζησάς με.

ΜΕΣΗ

σός εἰμι ἐγώσῶσόν μεὅτι τὰ δικαιώματά σου ἐξεζήτησα.
ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με· τὰ μαρτύριά σου συνῆκα.
πάσης συντελείας εἶδον πέρας· πλατεῖα ἡ ἐντολή σου σφόδρα. —
̔Ως ἠγάπησα τὸν νόμον σουΚύριε· ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν.
ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σουὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστιν.

ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκαὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν.
ὑπὲρ πρεσβυτέρους συνῆκαὅτι τὰς ἐντολάς σου ἐξεζήτησα.
ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μουὅπως ἂν φυλάξω τοὺς λόγους σου.
ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλιναὅτι σὺ ἐνομοθέτησάς με.
ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σουὑπὲρ μέλι τῷ στόματί μου.
ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας. —
Λύχνος τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου.
ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου.
ἐταπεινώθην ἕως σφόδρα· Κύριεζῆσόν με κατὰ τὸν λόγον σου.
τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δήΚύριεκαὶ τὰ κρίματά σου δίδαξόν με.
ἡ ψυχή μου ἐν ταῖς χερσί σου διαπαντόςκαὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.
ἔθεντο ἁμαρτωλοὶ παγίδα μοικαὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην.
ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶναὅτι ἀγαλλίαμα τῆς καρδίας μού εἰσιν.
ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα δι ̓ ἀντάμειψιν. — Παρανόμους ἐμίσησατὸν δὲ νόμον σου ἠγάπησα.
βοηθός μουκαὶ ἀντιλήπτωρ μου εἶ σύ· εἰς τοὺς λόγους σου ἐπήλπισα.
ἐκκλίνατε ἀπ ̓ ἐμοῦπονηρευόμενοικαὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου.
ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σουκαὶ ζῆσόν μεκαὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου.
βοήθησόν μοικαὶ σωθήσομαι καὶ μελετήσω ἐν τοῖς δικαιώμασί σου διαπαντός.
ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σουὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν.
παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς· διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου.
καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην. — ̓Εποίησα κρῖμα καὶ δικαιοσύνην· μὴ παραδῷς με τοῖς ἀδικοῦσί με.
ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν· μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι.
οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου.
ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου καὶ τὰ δικαιώματά σου δίδαξόν με.
δοῦλός σού εἰμι ἐγώ· συνέτισόν μεκαὶ γνώσομαι τὰ μαρτύριά σου.
καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ· διεσκέδασαν τὸν νόμον σου.
διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον.
διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμηνπᾶσαν ὁδὸν ἄδικον ἐμίσησα. — Θαυμαστὰ τὰ μαρτύριά σου· διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου.
ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους.
τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμαὅτι τὰς ἐντολάς σου ἐπεπόθουν.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΣΤΑΣΙΣ ΤΡΙΤΗ

̓Επίβλεψον ἐπ ̓ ἐμὲ καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου.
τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σουκαὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομίαλύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπωνκαὶ φυλάξω τὰς ἐντολάς σου.
τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου καὶ δίδαξόν με τὰ δικαιώματά σου.
διεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μουἐπεὶ οὐκ ἐφύλαξα τὸν νόμον σου. —
Δίκαιος εἶΚύριεκαὶ εὐθεῖαι αἱ κρίσεις σου.
ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου καὶ ἀλήθειαν σφόδρα.
ἐξέτηξέ με ὁ ζῆλός σουὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου.
πεπυρωμένον τὸ λόγιόν σου σφόδρακαὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό.
νεώτερος ἐγώ εἰμι καὶ ἐξουδενωμένος· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην.
ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνακαὶ ὁ νόμος σου ἀλήθεια.
θλίψεις καὶ ἀνάγκαι εὕροσάν με· αἱ ἐντολαί σου μελέτη μου.
δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· συνέτισόν μεκαὶ ζήσομαι. —
̓Εκέκραξα ἐν ὅλῃ καρδίᾳ μου· ἐπάκουσόν μουΚύριετὰ δικαιώματά σου ἐκζητήσωἐκέκραξά σοι· σῶσόν μεκαὶ φυλάξω τὰ μαρτύριά σου.

προέφθασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξαεἰς τοὺς λόγους σου ἐπήλπισα.
προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον τοῦ μελετᾶν τὰ λόγιά σου.
τῆς φωνῆς μου ἄκουσονΚύριεκατὰ τὸ ἔλεός σουκατὰ τὸ κρῖμά σου ζῆσόν μεπροσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν.
ἐγγὺς εἶΚύριεκαὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια.
κατ ̓ ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σουὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά. —
῎Ιδε τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ μεὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην.
κρῖνον τὴν κρίσιν μου καὶ λύτρωσαί με· διὰ τὸν λόγον σου ζῆσόν με.
μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρίαὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν.
οἱ οἰκτιρμοί σου πολλοίΚύριε· κατὰ τὸ κρῖμά σου ζῆσόν με.
πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντές με· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα.
εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμηνὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο.
ἴδεὅτι τὰς ἐντολάς σου ἠγάπησα· Κύριεἐν τῷ ἐλέει σου ζῆσόν με.
ἀρχὴ τῶν λόγων σου ἀλήθειακαὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου. — ῎Αρχοντες κατεδίωξάν με δωρεάνκαὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μουἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου ὡς ὁ εὑρίσκων σκῦλα πολλά.
ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμηντὸν δὲ νόμον σου ἠγάπησα.
ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.
εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σουκαὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον.
προσεδόκων τὸ σωτήριόν σουΚύριεκαὶ τὰς ἐντολάς σου ἠγάπησα.
ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου καὶ ἠγάπησεν αὐτὰ σφόδρα.
ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σουὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σουΚύριε. — ̓Εγγισάτω ἡ δέησίς μου ἐνώπιόν σουΚύριε· κατὰ τὸ λόγιόν σου συνέτισόν με.
εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σουΚύριε· κατὰ τὸ λόγιόν σου ῥῦσαί με.
ἐξερεύξαιντο τὰ χείλη μου ὕμνονὅταν διδάξῃς με τὰ δικαιώματά σου.
φθέγξαιτο ἡ γλῶσσά μου τὰ λόγιά σουὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη.
γενέσθω ἡ χείρ σου τοῦ σῶσαί μεὅτι τὰς ἐντολάς σου ᾑρετισάμην.
ἐπεπόθησα τὸ σωτήριόν σουΚύριεκαὶ ὁ νόμος σου μελέτη μού ἐστι.
ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σεκαὶ τὰ κρίματά σου βοηθήσει μοι.
ἐπλανήθην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸν δοῦλόν σουὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΚΑΘΙΣΜΑ ΔΕΚΑΤΟΝ ΟΓΔΟΟΝ
ΨΑΛΜΟΣ 
119
ος
Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξακαὶ εἰσήκουσέ μου.
Κύριερῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας.
τί δοθείη σοι καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν;
τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένασὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς.
οἴμοιὅτι ἡ παροικία μου ἐμακρύνθηκατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ.
πολλὰ παρῴκησεν ἡ ψυχή μου.
μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός· ὅταν ἐλάλουν αὐτοῖςἐπολέμουν με δωρεάν.

ΨΑΛΜΟΣ 120ος

Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρηὅθεν ἥξει ἡ βοήθειά μου.
ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.
μὴ δῴης εἰς σάλον τὸν πόδα σουμηδὲ νυστάξῃ ὁ φυλάσσων σε.
ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν ̓Ισραήλ.
Κύριος φυλάξει σεΚύριος σκέπη σοι ἐπὶ χεῖρα δεξιάν σου·
ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε
οὐδὲ ἡ σελήνη τὴν νύκτα.
Κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦφυλάξει τὴν ψυχήν σου ὁ Κύριος.
Κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

ΨΑΛΜΟΣ 121ος

Εὐράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· εἰς οἶκον Κυρίου πορευσόμεθα.
ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σοὑΙερουσαλήμ.
̔Ιερουσαλὴμ οἰκοδομουμένη ὡς πόλιςἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό.
ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαίφυλαὶ Κυρίουμαρτύριον τῷ ̓Ισραήλτοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου·

ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσινθρόνοι ἐπὶ οἶκον Δαυΐδ.
ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν ̔Ιερουσαλήμκαὶ εὐθηνία τοῖς ἀγαπῶσί σε· γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσί σουἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μουἐλάλουν δὴ εἰρήνην περὶ σοῦ· ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶνἐξεζήτησα ἀγαθά σοι.

ΨΑΛΜΟΣ 122ος

Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ.
ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶνὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆςοὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶνἕως οὗ οἰκτειρῆσαι ἡμᾶςἐλέησον ἡμᾶςΚύριεἐλέησον ἡμᾶςὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως,
ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶνΤὸ ὄνειδος τοῖς εὐθηνοῦσικαὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

ΨΑΛΜΟΣ 123ος

Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖνεἰπάτω δὴ ̓Ισραήλ·
εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ ̓ ἡμᾶς
,
ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ ̓ ἡμᾶς·
ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς
χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν·
ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον
.
εὐλογητὸς Κύριοςὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν.
ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων· ἡ παγὶς συνετρίβηκαὶ ἡμεῖς ἐρρύσθημεν.
ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 124ος

Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιών· οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν ̔Ιερουσαλήμ.
ὄρη κύκλῳ αὐτῆςκαὶ ὁ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
ὅτι οὐκ ἀφήσει Κύριος τὴν ράβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίωνὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν.
ἀγάθυνονΚύριετοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ·
τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν εἰρήνη ἐπὶ τὸν ̓Ισραήλ
.

ΨΑΛΜΟΣ 125ος

Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι.
τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεωςτότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν· ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετ ̓ αὐτῶν.
ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ ̓ ἡμῶνἐγενήθημεν εὐφραινόμενοι.
ἐπίστρεψονΚύριετὴν αἰχμαλωσίαν ἡμῶν ὡς χειμάρρους ἐν τῷ νότῳ.
οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσι.
πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον βάλλοντες τὰ σπέρματα αὐτῶν· ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν.

ΨΑΛΜΟΣ 126ος

Ἐάν μὴ Κύριος οἰκοδομήσῃ οἶκονεἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες· ἐὰν μὴ Κύριος φυλάξῃ πόλινεἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων.

εἰς μάτην ὑμῖν ἐστι τὸ ὀρθρίζεινἐγείρεσθαι μετὰ τὸ καθῆσθαιοἱ ἐσθίοντες ἄρτον ὀδύνηςὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον.
ἰδοὺ ἡ κληρονομία Κυρίου υἱοίὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός.
ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦοὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων.

μακάριος ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν· οὐ καταισχυνθήσονταιὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλαις.

ΨΑΛΜΟΣ 127ος

Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριονοἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ.
τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι· μακάριος εἶκαὶ καλῶς σοι ἔσται.
ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου· οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου.
ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον.
εὐλογήσαι σε Κύριος ἐκ Σιώνκαὶ ἴδοις τὰ ἀγαθὰ ̔Ιερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σουεἰρήνη ἐπὶ τὸν ̓Ισραήλ.

ΨΑΛΜΟΣ 128ος

Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μουεἰπάτω δὴ ̓Ισραήλ·
πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου
καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι.
ἐπὶ τὸν νῶτόν μου ἐτέκταινον οἱ ἁμαρτωλοίἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν.
Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν.
αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών.
γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτωνὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη·
οὗ οὐκ ἐπλήρωσε τὴν χεῖρα αὐτοῦ ὁ θερίζων καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων
καὶ οὐκ εἶπαν οἱ παράγοντες· εὐλογία Κυρίου ἐφ ̓ ὑμᾶςεὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι Κυρίου.

ΨΑΛΜΟΣ 129ος

Ἐκ βαθέων ἐκέκραξά σοιΚύριε·
Κύριε
εἰσάκουσον τῆς φωνῆς μου· γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
ἐὰν ἀνομίας παρατηρήσῃςΚύριε Κύριετίς ὑποστήσεται;
ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σεΚύριεὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου.
ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον απὸ φυλακῆς πρωΐας μέχρι νυκτός· ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω ̓Ισραὴλ ἐπὶ τὸν Κύριον.
ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ ̓ αὐτῷ λύτρωσις,
καὶ αὐτὸς λυτρώσεται τὸν ̓Ισραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

ΨΑΛΜΟΣ 130ος

Κύριεοὐχ ὑψώθη ἡ καρδία μουοὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μουοὐδὲ ἐπορεύθην ἐν μεγάλοιςοὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ.
εἰ μὴ ἐταπεινοφρόνουνἀλλὰ ὕψωσα τὴν ψυχήν μου ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦὡς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν μου.
ἐλπισάτω ̓Ισραὴλ ἐπὶ τὸν Κύριονἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

ΨΑΛΜΟΣ 131ος

ΜνήσθητιΚύριετοῦ Δαυΐδ καὶ πάσης τῆς πρᾳότητος αὐτοῦ,
ὡς ὤμοσε τῷ Κυρίῳηὔξατο τῷ Θεῷ ̓Ιακώβ·
εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου
εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου,
εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου,
ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳσκήνωμα τῷ Θεῷ ̓Ιακώβ.
ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν ̓Εφραθᾷεὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ· εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦπροσκυνήσομεν εἰς τὸν τόπονοὗ ἔστησαν οἱ πόδες

αὐτοῦ.
ἀνάστηθιΚύριεεἰς τὴν ἀνάπαυσίν σουσὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου·
οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην
καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
ἕνεκεν Δαυΐδ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου.
ὤμοσε Κύριος τῷ Δαυΐδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου·
ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου καὶ τὰ μαρτύριά μου ταῦτα
ἃ διδάξω αὐτούςκαὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου.
ὅτι ἐξελέξατο Κύριος τὴν Σιώνᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ·
αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος
ᾧδε κατοικήσωὅτι ᾑρετισάμην αὐτήν·
τὴν θύραν αὐτῆς εὐλογῶν εὐλογήσω
τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων,
τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίανκαὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται.
ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδἡτοίμασα λύχνον τῷ χριστῷ μου·
τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην
ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.

ΨΑΛΜΟΣ 132ος

Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνόνἀλλ ̓ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό;
ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνατὸν πώγωνα τοῦ ̓Ααρώντὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ·
ὡς δρόσος ̓Αερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών· ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν
ζωὴν ἕως τοῦ αἰῶνος.

ΨΑΛΜΟΣ 133ος

Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριονπάντες οἱ δοῦλοι Κυρίου οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίουἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.
ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια καὶ εὐλογεῖτε τὸν Κύριον.
εὐλογήσαι σε Κύριος ἐκ Σιὼν ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν.

Δόξα... καὶ νῦν... Ἀλληλούΐα


ΚΑΘΙΣΜΑ ΔΕΚΑΤΟΝ ΕΝΑΤΟΝ 

ΨΑΛΜΟΣ 134ος

Αἰνεῖτε τὸ ὄνομα ΚυρίουαἰνεῖτεδοῦλοιΚύριον,
οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίουἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.
αἰνεῖτε τὸν Κύριονὅτι ἀγαθὸς Κύριος· ψάλατε τῷ ὀνόματι αὐτοῦὅτι καλόν·
ὅτι τὸν ̓Ιακὼβ ἐξελέξατο ἑαυτῷ ὁ Κύριος
̓Ισραὴλ εἰς περιουσιασμὸν ἑαυτῷ.
ὅτι ἐγὼ ἔγνωκα ὅτι μέγας ὁ Κύριοςκαὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς.
πάνταὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις·
ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς
ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν· ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ,
ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους.
ἐξαπέστειλε σημεῖα καὶ τέρατα ἐν μέσῳ σουΑἴγυπτεἐν Φαραὼ καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦὃς ἐπάταξεν ἔθνη πολλὰ καὶ ἀπέκτεινε βασιλεῖς κραταιούς.
τὸν Σηὼν βασιλέα τῶν ̓Αμορραίων καὶ τὸν ῍Ωγ βασιλέα τῆς Βασὰν καὶ πάσας τὰς βασιλείας Χαναάν,
καὶ ἔδωκε τὴν γῆν αὐτῶν κληρονομίανκληρονομίαν ̓Ισραὴλ λαῷ αὐτοῦ.
Κύριετὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν.
ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται.
τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίονἔργα χειρῶν ἀνθρώπων·
στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν
ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται,
ὦτα ἔχουσι καὶ οὐκ ἐνωτισθήσονταιοὐδὲ γάρ ἐστι πνεῦμα ἐν τῷ στόματι αὐτῶν.
ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ ̓ αὐτοῖς.
οἶκος ̓Ισραήλεὐλογήσατε τὸν Κύριον· οἶκος ̓Ααρώνεὐλογήσατε τὸν Κύριον.
οἶκος Λευΐεὐλογήσατε τὸν Κύριον· οἱ φοβούμενοι τὸν Κύριονεὐλογήσατε τὸν Κύριον,

εὐλογητὸς Κύριος ἐκ Σιώνὁ κατοικῶν ̔Ιερουσαλήμ.

ΨΑΛΜΟΣ 135ος

Έξομολογεῖσθε τῷ Κυρίῳὅτι ἀγαθόςὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· ἐξομολογεῖσθε τῷ Θεῷ τῶν θεῶνὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· ἐξομολογεῖσθε τῷ Κυρίῳ τῶν κυρίωνὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· τῷ ποιήσαντι θαυμάσια μεγάλα μόνῳὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· τῷ ποιήσαντι τοὺς οὐρανοὺς ἐν συνέσειὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτωνὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· τῷ ποιήσαντι φῶτα μεγάλα μόνῳὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·

τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέραςὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
τὴν σελήνην καὶ τοὺς ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
τῷ πατάξαντι Αἴγυπτον σὺν τοῖς πρωτοτόκοις αὐτῶν
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
καὶ ἐξαγαγόντι τὸν ̓Ισραὴλ ἐκ μέσου αὐτῶνὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
τῷ καταδιελόντι τὴν ̓Ερυθρὰν θάλασσαν εἰς διαιρέσεις
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· καὶ διαγαγόντι τὸν ̓Ισραὴλ διὰ μέσου αὐτῆςὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
καὶ ἐκτινάξαντι Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ εἰς θάλασσαν ̓Ερυθράνὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
τῷ πατάξαντι βασιλεῖς μεγάλους
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
καὶ ἀποκτείναντι βασιλεῖς κραταιούςὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
τὸν Σηὼν βασιλέα τῶν ̓Αμορραίωνὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
καὶ τὸν ῍Ωγ βασιλέα τῆς Βασάνὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
καὶ δόντι τὴν γῆν αὐτῶν κληρονομίανὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
κληρονομίαν ̓Ισραὴλ δούλῳ αὐτοῦὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριοςὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶνὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
ὁ διδοὺς τροφὴν πάσῃ σαρκί
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
ἐξομολογεῖσθε τῷ Θεῷ τοῦ οὐρανοῦὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

ΨΑΛΜΟΣ 136ος

Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιώνἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν·
ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν καὶ οἱ ἀπαγαγόντες ἡμᾶς ὕμνον· ᾄσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιών
.

πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;
ἐὰν ἐπιλάθωμαί σοὑΙερουσαλήμἐπιλησθείη ἡ δεξιά μου·
κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου
ἐὰν μή σου μνησθῶἐὰν μὴ προανατάξωμαι τὴν ̔Ιερουσαλὴμ ὡς ἐν ἀρχῇ τῆς εὐφροσύνης μου.
μνήσθητιΚύριετῶν υἱῶν ̓Εδὼμ τὴν ἡμέραν ̔Ιερουσαλὴμ τῶν λεγόντων· ἐκκενοῦτεἐκκενοῦτεἕως τῶν θεμελίων αὐτῆς.
θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωροςμακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σουὃ ἀνταπέδωκας ἡμῖν·
μακάριος ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν
.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 137ος

Ἐξομολογήσομαί σοιΚύριεἐν ὅλῃ καρδίᾳ μουκαὶ ἐναντίον ἀγγέλων ψαλῶ σοιὅτι ἤκουσας πάντα τὰ ῥήματα τοῦ στόματός μου.
προσκυνήσω πρὸς ναὸν ἅγιόν σου καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σουὅτι ἐμεγάλυνας ἐπὶ πᾶν τὸ ὄνομα τὸ ἅγιόν σου.

ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σεταχὺ ἐπάκουσόν μου· πολυωρήσεις με ἐν ψυχῇ μου δυνάμει σουἐξομολογησάσθωσάν σοιΚύριεπάντες οἱ βασιλεῖς τῆς γῆςὅτι ἤκουσαν πάντα τὰ ρήματα τοῦ

στόματός σου.
καὶ ἆσάτωσαν ἐν ταῖς ᾠδαῖς Κυρίουὅτι μεγάλη ἡ δόξα Κυρίου,
ὅτι ὑψηλὸς Κύριος καὶ τὰ ταπεινὰ ἐφορᾷ καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει.
ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεωςζήσεις με· ἐπ ̓ ὀργὴν ἐχθρῶν μου ἐξέτεινας χεῖράς σουκαὶ ἔσωσέ με ἡ δεξιά σου.
Κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦΚύριετὸ ἔλεός σου εἰς τὸν αἰῶνατὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.

ΨΑΛΜΟΣ 138ος

Κύριεἐδοκίμασάς μεκαὶ ἔγνως με·
σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου
σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν·
τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου ἐξιχνίασας καὶ πάσας τὰς ὁδούς μου προεῖδες
,
ὅτι οὐκ ἔστι δόλος ἐν γλώσσῃ μου.
ἰδούΚύριεσὺ ἔγνως πάντατὰ ἔσχατα καὶ τὰ ἀρχαῖα· σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ ̓ ἐμὲ τὴν χεῖρά σου.
ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθηοὐ μὴ δύνωμαι πρὸς αὐτήν.
ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;
ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόνσὺ ἐκεῖ εἶἐὰν καταβῶ εἰς τὸν ᾅδηνπάρει·
ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ ̓ ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης
καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει μεκαὶ καθέξει με ἡ δεξιά σου.
καὶ εἶπα· ἄρα σκότος καταπατήσει μεκαὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου·
ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ
καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται· ὡς τὸ σκότος αὐτῆςοὕτως καὶ τὸ φῶς αὐτῆς.
ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μουΚύριεἀντελάβου μου ἐκ γαστρὸς μητρός μουἐξομολογήσομαί σοιὅτι φοβερῶς ἐθαυμαστώθης· θαυμάσια τὰ ἔργα σουκαὶ ἡ ψυχή μου γινώσκει σφόδρα.
οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦὃ ἐποίησας ἐν κρυφῇκαὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς·
τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου
καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται· ἡμέρας πλασθήσονται καὶ οὐθεὶς ἐν αὐτοῖς.
ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σουὁ Θεόςλίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν· ἐξαριθμήσομαι αὐτούςκαὶ ὑπὲρ ἄμμον πληθυνθήσονται· ἐξηγέρθην καὶ ἔτι εἰμὶ μετὰ σοῦ.
ἐὰν ἀποκτείνῃς ἁμαρτωλούςὁ Θεόςἄνδρες αἱμάτωνἐκκλίνατε ἀπ ̓ ἐμοῦ,
ὅτι ἐρισταί ἐστε εἰς διαλογισμούς· λήψονται εἰς ματαιότητα τὰς πόλεις σου.
οὐχὶ τοὺς μισοῦντάς σεΚύριεἐμίσησα καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην;
τέλειον μῖσος ἐμίσουν αὐτούςεἰς ἐχθροὺς ἐγένοντό μοι.
δοκίμασόν μεὁ Θεόςκαὶ γνῶθι τὴν καρδίαν μουἔτασόν με καὶ γνῶθι τὰς τρίβους μου.
καὶ ἴδε εἰ ὁδὸς ἀνομίας ἐν ἐμοίκαὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ.

ΨΑΛΜΟΣ 139ος

Ἐξελοῦ μεΚύριεἐξ ἀνθρώπου πονηροῦἀπὸ ἀνδρὸς ἀδίκου ρῦσαί με,
οἵτινες ἐλογίσαντο ἀδικίαν ἐν καρδίᾳὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους·
ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως
ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν(διάψαλμα).
φύλαξόν μεΚύριεἐκ χειρὸς ἁμαρτωλοῦἀπὸ ἀνθρώπων ἀδίκων ἐξελοῦ μεοἵτινες διελογίσαντο τοῦ ὑποσκελίσαι τὰ διαβήματά μου·
ἔκρυψαν ὑπερήφανοι παγίδα μοι καὶ σχοινία διέτειναν
παγίδα τοῖς ποσί μουἐχόμενα τρίβους σκάνδαλα ἔθεντό μοι(διάψαλμα).
εἶπα τῷ Κυρίῳ· Θεός μου εἶ σύἐνώτισαιΚύριετὴν φωνὴν τῆς δεήσεώς μου.
ΚύριεΚύριεδύναμις τῆς σωτηρίας μουἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμουμὴ παραδῷς μεΚύριεἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ· διελογίσαντο κατ ̓ ἐμοῦμὴ ἐγκαταλίπῃς μεμήποτε ὑψωθῶσιν(διάψαλμα).
ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶνκόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς.
πεσοῦνται ἐπ ̓ αὐτοὺς ἄνθρακεςἐν πυρὶ καταβαλεῖς αὐτούςἐν ταλαιπωρίαις οὐ μὴ ὑποστῶσιν.

ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆςἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράνἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τῶν πτωχῶν καὶ τὴν δίκην τῶν πενήτων.
πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σουκατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σουΔόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 140ος

Κύριεἐκέκραξα πρὸς σέεἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ.
κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σουἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.

θοῦΚύριεφυλακὴν τῷ στόματί μου καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίανκαὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶνπαιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει μεἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου· ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν·
κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν· ἀκούσονται τὰ ρήματά μου ὅτι ἡδύνθησαν
ὡσεὶ πάχος γῆς ἐρράγη ἐπὶ τῆς γῆςδιεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
ὅτι πρὸς σέΚύριεΚύριεοἱ ὀφθαλμοί μου· ἐπὶ σοὶ ἤλπισαμὴ ἀντανέλῃς τὴν ψυχήν μουφύλαξόν με ἀπὸ παγίδοςἧς συνεστήσαντό μοικαὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγὼ ἕως ἂν παρέλθω.

ΨΑΛΜΟΣ 141ος

Φωνῇ μου πρὸς Κύριον ἐκέκραξαφωνῇ μου πρὸς Κύριον ἐδεήθην.
ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μουτὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μουκαὶ σὺ ἔγνως τὰς τρίβους μου· ἐν ὁδῷ ταύτῃᾗ ἐπορευόμηνἔκρυψαν παγίδα μοι.
κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπονκαὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με· ἀπώλετο φυγὴ ἀπ ̓ ἐμοῦκαὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
ἐκέκραξα πρὸς σέΚύριεεἶπα· σὺ εἶ ἡ ἐλπίς μουμερίς μου εἶ ἐν γῇ ζώντων.
πρόσχες πρὸς τὴν δέησίν μουὅτι ἐταπεινώθην σφόδρα· ρῦσαί με ἐκ τῶν καταδιωκόντων μεὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου· ἐμὲ ὑπομενοῦσι δίκαιοιἕως οὗ ἀνταποδῷς μοι.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 142ος

Κύριεεἰσάκουσον τῆς προσευχῆς μουἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σουεἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου·
καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου
ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶνὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μουἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μουἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος·

καὶ ἠκηδίασεν ἐπ ̓ ἐμὲ τὸ πνεῦμά μουἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
ἐμνήσθην ἡμερῶν ἀρχαίωνἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σουἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
διεπέτασα πρὸς σὲ τὰς χεῖράς μουἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι(διάψαλμα).
ταχὺ εἰσάκουσόν μουΚύριεἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ ̓ ἐμοῦκαὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σουὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοιΚύριεὁδόνἐν ᾗ πορεύσομαιὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου·
ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου
Κύριεὅτι πρὸς σὲ κατέφυγον.
δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σουὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.
ἕνεκεν τοῦ ὀνόματός σουΚύριεζήσεις μεἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου·

καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μουὅτι ἐγὼ δοῦλός σού εἰμι.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΚΑΘΙΣΜΑ ΕΙΚΟΣΤΟΝ
ΨΑΛΜΟΣ 
143
ος
Εὐλογητὸς Κύριος ὁ Θεός μου ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιντοὺς δακτύλους μου εἰς πόλεμον·
ἔλεός μου καὶ καταφυγή μου
ἀντιλήπτωρ μου καὶ ρύστης μουὑπερασπιστής μουκαὶ ἐπ ̓ αὐτῷ ἤλπισαὁ ὑποτάσσων τὸν λαόν μου ὑπ ̓ ἐμέ.
Κύριετί ἐστιν ἄνθρωπος ὅτι ἐγνώσθης αὐτῷἢ υἱὸς ἀνθρώπου ὅτι λογίζῃ αὐτῷ;
ἄνθρωπος ματαιότητι ὡμοιώθηαἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσι.
Κύριεκλῖνον οὐρανοὺς καὶ κατάβηθιἅψαι τῶν ὀρέωνκαὶ καπνισθήσονται.
ἄστραψον ἀστραπὴν καὶ σκορπιεῖς αὐτούςἐξαπόστειλον τὰ βέλη σου καὶ συνταράξεις αὐτούςἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψουςἐξελοῦ με καὶ ρῦσαί με ἐξ ὑδάτων πολλῶνἐκ χειρὸς υἱῶν ἀλλοτρίων,
ὧν τὸ στόμα ἐλάλησε ματαιότητακαὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας.
ὁ Θεόςᾠδὴν καινὴν ᾄσομαί σοιἐν ψαλτηρίῳ δεκαχόρδῳ ψαλῶ σοι
τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσι
τῷ λυτρουμένῳ Δαυΐδ τὸν δοῦλον αὐτοῦ ἐκ ρομφαίας πονηρᾶς.
ρῦσαί με καὶ ἐξελοῦ με ἐκ χειρὸς υἱῶν ἀλλοτρίωνὧν τὸ στόμα ἐλάλησε ματαιότητα καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας.
ὧν οἱ υἱοὶ ὡς νεόφυτα ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶναἱ θυγατέρες αὐτῶν κεκαλλωπισμέναιπερικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ,
τὰ ταμιεῖα αὐτῶν πλήρηἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτοτὰ πρόβατα αὐτῶν πολύτοκαπληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν,
οἱ βόες αὐτῶν παχεῖςοὐκ ἔστι κατάπτωμα φραγμοῦοὐδὲ διέξοδοςοὐδὲ κραυγὴ ἐν ταῖς πλατείαις αὐτῶν,
ἐμακάρισαν τὸν λαόνᾧ ταῦτά ἐστι· μακάριος ὁ λαόςοὗ Κύριος ὁ Θεὸς αὐτοῦ.

ΨΑΛΜΟΣ 144ος

Ὑψώσω σεὁ Θεός μου ὁ βασιλεύς μουκαὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
καθ ̓ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

μέγας Κύριος καὶ αἰνετὸς σφόδρακαὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας.
γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσι.
τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου λαλήσουσι καὶ τὰ θαυμάσιά σου διηγήσονταικαὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι καὶ τὴν μεγαλωσύνην σου διηγήσονται.
μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονταιοἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριοςμακρόθυμος καὶ πολυέλεος.
χρηστὸς Κύριος τοῖς σύμπασικαὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦἐξομολογησάσθωσάν σοιΚύριεπάντα τὰ ἔργα σουκαὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε.
δόξαν τῆς βασιλείας σου ἐροῦσι καὶ τὴν δυναστείαν σου λαλήσουσι
τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυναστείαν σου καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου
.
ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνωνκαὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
α πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.
ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας καὶ ἀνορθοῖ πάντας τοὺς κατερραγμένους.
οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσικαὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ.
ἀνοίγεις σὺ τὰς χεῖράς σου καὶ ἐμπιπλᾷς πᾶν ζῷον εὐδοκίας.
δίκαιος Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.
ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτόνπᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ.

θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται καὶ σώσει αὐτούςφυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσειαἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου· καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 145ος

Αἴνειἡ ψυχή μουτὸν Κύριον·
αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου
ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
μὴ πεποίθατε ἐπ ̓ ἄρχονταςἐπὶ υἱοὺς ἀνθρώπωνοἷς οὐκ ἔστι σωτηρία.
ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦκαὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ.
μακάριος οὗ ὁ Θεὸς ̓Ιακὼβ βοηθὸς αὐτοῦἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ
τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν
τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα,
ποιοῦντα κρῖμα τοῖς ἀδικουμένοιςδιδόντα τροφὴν τοῖς πεινῶσιΚύριος λύει πεπεδημένουςΚύριος σοφοῖ τυφλούςΚύριος ἀνορθοῖ κατερραγμένουςΚύριος ἀγαπᾷ δικαίους,
Κύριος φυλάσσει τοὺς προσηλύτους· ὀρφανὸν καὶ χήραν ἀναλήψεται καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ.
βασιλεύσει Κύριος εἰς τὸν αἰῶναὁ Θεός σουΣιώνεἰς γενεὰν καὶ γενεάν.

ΨΑΛΜΟΣ 146ος

Αἰνεῖτε τὸν Κύριονὅτι ἀγαθὸν ψαλμός· τῷ Θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις.
οἰκοδομῶν ̔Ιερουσαλὴμ ὁ Κύριοςκαὶ τὰς διασπορὰς τοῦ ̓Ισραὴλ ἐπισυνάξει,
ὁ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν,
ὁ ἀριθμῶν πλήθη ἄστρωνκαὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν.
μέγας ὁ Κύριος ἡμῶνκαὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦκαὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμόςἀναλαμβάνων πρᾳεῖς ὁ Κύριοςταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως τῆς γῆς.
ἐξάρξατε τῷ Κυρίῳ ἐν ἐξομολογήσειψάλατε τῷ Θεῷ ἡμῶν ἐν κιθάρᾳ
τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις
τῷ ἑτοιμάζοντι τῇ γῇ ὑετόντῷ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων,
διδόντι τοῖς κτήνεσι τροφὴν αὐτῶν καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόνοὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσειοὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ·
εὐδοκεῖ Κύριος ἐν τοῖς φοβουμένοις αὐτὸν καὶ ἐν πᾶσι τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ
.

ΨΑΛΜΟΣ 147ος

ἘπαίνεἱΙερουσαλήμτὸν Κύριοναἴνει τὸν Θεόν σουΣιών,
ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σουεὐλόγησε τοὺς υἱούς σου ἐν σοί·
ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε·
ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ
ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ·
διδόντος χιόνα αὐτοῦ ὡσεὶ ἔριον
ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος·
βάλλοντος κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς
κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεταιἐξαποστελεῖ τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτά· πνεύσει τὸ πνεῦμα αὐτοῦ καὶ ρυήσεται ὕδαταὁ ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ ̓Ιακώβδικαιώματα καὶ κρίματα αὐτοῦ τῷ ̓Ισραήλ.
οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 148ος

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.
αἰνεῖτε αὐτόνπάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόνπᾶσαι αἱ δυνάμεις αὐτοῦαἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνηαἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς.
αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶναἰνεσάτωσαν τὸ ὄνομα Κυρίουὅτι αὐτὸς εἶπεκαὶ ἐγενήθησαναὐτὸς ἐνετείλατοκαὶ ἐκτίσθησαν.

ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετοκαὶ οὐ παρελεύσεται.
αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆςδράκοντες καὶ πᾶσαι ἄβυσσοι·
πῦρ
χάλαζαχιώνκρύσταλλοςπνεῦμα καταιγίδοςτὰ ποιοῦντα τὸν λόγον αὐτοῦ· τὰ ὄρη καὶ πάντες οἱ βουνοίξύλα καρποφόρα καὶ πᾶσαι κέδροι·

τὰ θηρία καὶ πάντα τὰ κτήνηἑρπετὰ καὶ πετεινὰ πτερωτά·
βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί
ἄρχοντες καὶ πάντες κριταὶ γῆς·
νεανίσκοι καὶ παρθένοι
πρεσβύτεροι μετὰ νεωτέρων·
αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου
ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου· ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ.
καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ· ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦτοῖς υἱοῖς ̓Ισραήλλαῷ ἐγγίζοντι αὐτῷ.

ΨΑΛΜΟΣ 149ος

Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόνἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων.
εὐφρανθήτω ̓Ισραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόνκαὶ οἱ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.
αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ,
ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.
καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶνκαὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν
τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν
ἐλεγμοὺς ἐν τοῖς λαοῖς,
τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖςτοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

ΨΑΛΜΟΣ 150ος

Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦαἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ·
αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ
αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦαἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγοςαἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ·
αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ
αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ·
αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις
αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ.
πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριονἀλληλούϊα.
Δόξα... καὶ νῦν... Ἀλληλούΐα

ΨΑΛΜΟΣ 151ος

Μικρὸς ἤμην ἐν τοῖς ἀδελφοῖς μου καὶ νεώτερος ἐν τῷ οἴκῳ τοῦ πατρός μου· ἐποίμαινον τὰ πρόβατα τοῦ πατρός μου.
αἱ χεῖρές μου ἐποίησαν ὄργανονκαὶ οἱ δάκτυλοί μου ἥρμοσαν ψαλτήριον.
καὶ τίς ἀναγγελεῖ τῷ Κυρίῳ μουαὐτὸς Κύριοςαὐτὸς εἰσακούσει.

αὐτὸς ἐξαπέστειλε τὸν ἄγγελον αὐτοῦ καὶ ἦρέ με ἐκ τῶν προβάτων τοῦ πατρός μου καὶ ἔχρισέ με ἐν τῷ ἐλαίῳ τῆς χρίσεως αὑτοῦ.
οἱ ἀδελφοί μου καλοὶ καὶ μεγάλοικαὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς ὁ Κύριος.
ἐξῆλθον εἰς συνάντησιν τῷ ἀλλοφύλῳκαὶ ἐπικατηράσατό με ἐν τοῖς εἰδώλοις αὐτοῦ·

ἐγὼ δέσπασάμενος τὴν παρ ̓ αὐτοῦ μάχαιρανἀπεκεφάλισα αὐτὸν καὶ ἦρα ὄνειδος ἐξ υἱῶν ̓Ισραήλ.


ὨΔΗ ΠΡΩΤΗ
ὨΔΗ ΜΩΫΣΕΩΣ

(Ἐν τῇ ἘξόδῳΚεφιε')
Ἄρδην βυθίσας ΦαραώΜωσῆς λέγει.
Ἀρχὴ· τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.
ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασταιἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσανΒοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίανοὗτός μου Θεόςκαὶ δοξάσω αὐτόνΘεὸς τοῦ

Πατρός μουκαὶ ὑψώσω αὐτόν.
Κύριος συντρίβων πολέμουςΚύριος ὄνομα αὐτῷ.
Ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλασσανἐπιλέκτους ἀναβάτας τριστάτας κατεπόντισεν ἐν Ἐρυθρᾷθαλάσσῃ.
Πόντῳ ἐκάλυψεν αὐτοὺςκατέδυσαν εἰς βυθὸν ὡσεὶ λίθος.
Ἡ δεξιά σουΚύριεδεδόξασται ἐν ἰσχύϊἡ δεξιά σου χείρΚύριεἔθραυσεν ἐχθρούςΚαὶ τῷ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους.
Ἀπέστειλας τὴν ὀργήν σουκατέφαγεν αὐτοὺς ὡσεὶ καλάμην.
Καὶ διὰ πνεύματος τοῦ θυμοῦ σου διέστη τὸ ὕδωρἐπάγη ὡσεὶ τεῖχος τὰ ὕδαταἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης.
Εἶπεν ὁ ἐχθρός· Διώξας καταλήψομαιμεριῶ σκῦλαἐμπλήσω ψυχήν μουἀνελῶ τῇ μαχαίρᾳ μουκυριεύσει ἡ χείρ μου.
Ἀπέστειλας τὸ πνεῦμά σουἐκάλυψεν αὐτοὺς θάλασσαἔδυσαν ὡσεὶ μόλυβδος ἐν ὕδατι σφοδρῷ.
Τὶς ὅμοιός σοι ἐν θεοῖςΚύριετὶς ὅμοιός σοιΔεδοξασμένος ἐν Ἁγίοιςθαυμαστὸς ἐν δόξαιςποιῶν τέρατα.
Ἐξέτεινας τὴν δεξιάν σουκατέπιεν αὐτοὺς γῆ.
Ὡδήγησας τῇ δικαιοσύνῃ σου τὸν λαόν σου τοῦτονὃν ἐλυτρώσωπαρεκάλεσας τῇ ἰσχύϊ σου εἰς κατάλυμα ἅγιόν σου.
Ἤκουσαν ἔθνηκαὶ ὠργίσθησανὠδῖνες ἔλαβον κατοικοῦντας Φιλιστιείμ.
Εἰς στίχους η
Τότε ἔσπευσαν ἡγεμόνες Ἐδώμκαὶ ἄρχοντες τῶν Μωαβιτῶνἔλαβεν αὐτοὺς τρόμοςἐτάκησαν πάντες οἱ κατοικοῦντες Χαναάν.
Ἐπιπέσοι ἐπαὐτοὺς φόβος καὶ τρόμοςμεγέθει βραχίονός σου ἀπολιθωθήτωσαν.
Εἰς στίχους ς
Ἕως ἂν παρέλθῃ ὁ λαός σουΚύριεἕως ἂν παρέλθῃ ὁ λαός σου οὗτοςὃν ἐκτήσω.
Εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σουεἰς ἕτοιμον κατοικητήριόν σουὃ κατειργάσωΚύριεἁγίασμαὃ ἡτοίμασαν αἱ χεῖρές σου.
Εἰς στίχους δ
ΤέλοςΚύριος βασιλεύων τῶν αἰώνωνκαὶ ἐπαἰῶνακαὶ ἔτι.
Ὅτι εἰσῆλθεν ἵππος Φαραὼ σὺν ἅρμασι καὶ ἀναβάταις εἰς θάλασσανκαὶ ἐπήγαγεν ἐπαὐτοὺς Κύριος τὸ ὕδωρ τῆς θαλάσσηςοἱ δὲ υἱοὶ Ἰσραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης


ὨΔΗ ΔΕΥΤΕΡΑ
Ὠδὴ Μωΰσέως 
(Εν τῷ Δευτερονομίῷ κεφλβ
’ 1-43)
Νόμου γραφέντος αὖθις ᾠδὴ Μωσέως.
Πρόσεχε οὐρανέκαὶ λαλήσωκαὶ ἀκουέτω ἡ γῆ ρήματα ἐκ στόματός μουΠροσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μουκαὶ καταβήτω ὡς δρόσος τὰ ρήματά μουὡς ὄμβρος ἐπ ̓ ἄγρωστιν καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον.
Ὅτι τὸ ὄνομα Κυρίου ἐκάλεσα· δότε μεγαλωσύνην τῷ Θεῷ ἡμῶν.
Θεόςἀληθινὰ τὰ ἔργα αὐτοῦκαὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κρίσεις· Θεὸς πιστόςκαὶ οὐκ ἔστιν ἀδικίαδίκαιος καὶ ὅσιος Κύριος.
Ἡμάρτοσαν οὐκ αὐτῷ τέκνα μωμητάγενεὰ σκολιὰ καὶ διεστραμμένηΤαῦτα Κυρίῳ ἀνταποδίδοτε;
Οὗτος λαὸς μωρὸς καὶ οὐχὶ σοφόςοὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε καὶ ἐποίησέ σε καὶ ἔπλασέ σε;
Μνήσθητε ἡμέρας αἰῶνοςσύνετε ἔτη γενεᾶς γενεῶν· ἐπερώτησον τὸν πατέρα σουκαὶ ἀναγγελεῖ σοιτοὺς πρεσβυτέρους σουκαὶ ἐροῦσί σοιὍτε διεμέριζεν ὁ ῞Υψιστος ἔθνηὡς διέσπειρεν υἱοὺς ̓Αδάμἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ,
Καὶ ἐγενήθη μερίς Κυρίου λαὸς αὐτοῦ ̓Ιακώβσχοίνισμα κληρονομίας αὐτοῦ ̓ΙσραήλΑὐτάρκησεν αὐτὸν ἐν γῇ ἐρήμῳἐν δίψει καύματος ἐν γῇ ἀνύδρῳ· ἐκύκλωσεν αὐτὸν καὶ ἐπαίδευσεν αὐτὸν καὶ διεφύλαξεν αὐτὸν ὡς κόρην ὀφθαλμοῦ,
Ὡς ἀετὸς σκεπάσαι νοσσιὰν αὐτοῦ καὶ ἐπὶ τοῖς νεοσσοῖς αὐτοῦ ἐπεπόθησεδιεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶ μεταφρένων αὐτοῦ.

Κύριος μόνος ἦγεν αὐτοὺς καὶ οὐκ ἦν μετ ̓ αὐτῶν θεὸς ἀλλότριοςἈνεβίβασεν αὐτοὺς ἐπὶ τὴν ἰσχὺν τῆς γῆςἐψώμισεν αὐτοὺς γενήματα ἀγρῶν·
Ἐθήλασαν μέλι ἐκ πέτρας καὶ ἔλαιον ἐκ στερεᾶς πέτρας
,
Βούτυρον βοῶν καὶ γάλα προβάτων μετὰ στέατος ἀρνῶν καὶ κριῶνυἱῶν ταύρων καὶ τράγωνμετὰ στέατος νεφρῶν πυροῦκαὶ αἷμα σταφυλῆς ἔπιον οἶνον.

Καὶ ἔφαγεν ̓Ιακὼβ καὶ ἐνεπλήσθηκαὶ ἀπελάκτισεν ὁ ἠγαπημένοςἐλιπάνθηἐπαχύνθηἐπλατύνθη· καὶ ἐγκατέλιπε τὸν Θεὸν τὸν ποιήσαντα αὐτὸν καὶ ἀπέστη ἀπὸ Θεοῦ σωτῆρος αὐτοῦΠαρώξυνάν με ἐπ ̓ ἀλλοτρίοιςἐν βδελύγμασιν αὐτῶν ἐξεπίκρανάν με· Ἔθυσαν δαιμονίοις καὶ οὐ Θεῷθεοῖςοἷς οὐκ ᾔδεισαν· καινοὶ καὶ πρόσφατοι ἥκασινοὓς οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν.
Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες καὶ ἐπελάθου Θεοῦ τοῦ τρέφοντός σε.
Καὶ εἶδε Κύριος καὶ ἐζήλωσε καὶ παρωξύνθη δι ̓ ὀργὴν υἱῶν αὐτοῦ καὶ θυγατέρων.
Καὶ εἶπεν· ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ ̓ αὐτῶν καὶ δείξω τί ἔσται αὐτοῖς ἐπ ̓ ἐσχάτων ἡμερῶν· ὅτι γενεὰ ἐξεστραμμένη ἐστίνυἱοίοἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς.
Αὐτοὶ παρεζήλωσάν με ἐπ ̓ οὐ Θεῷπαρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ ̓ οὐκ ἔθνειἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.
Ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μουκαυθήσεται ἕως ᾅδου κατωτάτουκαταφάγεται γῆν καὶ τὰ γενήματα αὐτῆςφλέξει θεμέλια ὀρέωνΣυνάξω εἰς αὐτοὺς κακὰ καὶ τὰ βέλη μου συντελέσω εἰς αὐτούςΤηκόμενοι λιμῷ καὶ βρώσει ὀρνέων καὶ ὀπισθότονος ἀνίατος· ὀδόντας θηρίων ἐξαποστελῶ εἰς αὐτοὺς μετὰ θυμοῦ συρόντων ἐπὶ τῆς γῆς.
Ἔξωθεν ἀτεκνώσει αὐτοὺς μάχαιρα καὶ ἐκ τῶν ταμιείων φόβος· νεανίσκος σὺν παρθένῳθηλάζων μετὰ καθεστηκότος πρεσβυτέρου.
Εἶπα· διασπερῶ αὐτούςπαύσω δὲ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶνΕἰ μὴ δι ̓ ὀργὴν ἐχθρῶνἵνα μὴ μακροχρονίσωσικαὶ ἵνα μὴ συνεπιθῶνται οἱ ὑπεναντίοιμὴ εἴπωσιν· ἡ χεὶρ ἡμῶν ἡ ὑψηλὴ καὶ οὐχὶ Κύριος ἐποίησε ταῦτα πάντα.
Ὅτι ἔθνος ἀπολωλεκὸς βουλήν ἐστικαὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἐπιστήμη καὶ οὐκ ἐφρόνησαν συνιέναι.
Ταῦτα πάντα καταδεξάσθωσαν εἰς τὸν ἐπιόντα χρόνον.
Πῶς διώξεται εἷς χιλίους καὶ δύο μετακινήσουσι μυριάδαςεἰ μὴ ὁ Θεὸς ἀπέδοτο αὐτοὺς καὶ Κύριος παρέδωκεν αὐτούς;
Οὐ γὰρ εἰσὶν οἱ θεοὶ αὐτῶν ὡς ὁ Θεὸς ἡμῶν · οἱ δὲ ἐχθροὶ ἡμῶν ἀνόητοιἘκ γὰρ ἀμπέλων Σοδόμων ἡ ἄμπελος αὐτῶνκαὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆςβότρυς πικρίας αὐτοῖς· Θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν καὶ θυμὸς ἀσπίδων ἀνίατοςΟὐκ ἰδοὺ ταῦτα συνῆκται παρ ̓ ἐμοὶ καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου;
Ἐν ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσωἐν καιρῷὅταν σφαλῇ ὁ ποῦς αὐτῶνὅτι ἐγγὺς ἡμέρα ἀπωλείας αὐτοῖςκαὶ πάρεστιν ἕτοιμα ὑμῖν.
Ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται.
Εἶδε γὰρ παραλελυμένους αὐτοὺς καὶ ἐκλελοιπότας ἐν ἐπαγωγῇ καὶ παρειμένους.
Καὶ εἶπε Κύριος· ποῦ εἰσιν οἱ θεοὶ αὐτῶνἐφ ̓ οἷς ἐπεποίθεισαν ἐπ ̓ αὐτοῖςὯν τὸ στέαρ τῶν θυσιῶν αὐτῶν ἠσθίετε καὶ ἐπίνετε τὸν οἶνον τῶν σπονδῶν αὐτῶνἈναστήτωσαν καὶ βοηθησάτωσαν ὑμῖν καὶ γενηθήτωσαν ὑμῖν σκεπασταί.
Ἴδετε ἴδετε ὅτι ἐγώ εἰμικαὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ· ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσωπατάξω κἀγὼ ἰάσομαικαὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.
Ὅτι ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου καὶ ὀμοῦμαι τῇ δεξιᾷ μου καὶ ἐρῶ· ζῶ ἐγὼ εἰς τὸν αἰῶναὍτι παροξυνῶ ὡς ἀστραπὴν τὴν μάχαιράν μουκαὶ ἀνθέξεται κρίματος ἡ χείρ μουκαὶ ἀποδώσω δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσί με ἀνταποδώσω.
Μεθύσω τὰ βέλη μου ἀφ ̓ αἵματοςκαὶ ἡ μάχαιρά μου φάγεται κρέαἀφ ̓ αἵματος τραυματιῶν καὶ αἰχμαλωσίαςἀπὸ κεφαλῆς ἀρχόντων ἐθνῶνΕὐφράνθητεοὐρανοίἅμα αὐτῷκαὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.
Εὐφράνθητεἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦκαὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες υἱοὶ Θεοῦ· ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδικᾶταικαὶ ἐκδικήσει καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσιν ἀνταποδώσεικαὶ ἐκκαθαριεῖ Κύριος τὴν γῆν τοῦ λαοῦ αὐτοῦ.
Δόξα... Καὶ νῦν...

ὨΔΗ ΤΡΙΤΗ
ΠΡΟΣΕΥΧΗ ΑΝΝΗΣ τῆς ΜΗΤΡΟΣ ΣΑΜΟΥΗΛ τοῦ ΠΡΟΦΗΤΟΥ

(ᾨδὴ Βασιλειῶν Α', ΚεφΒ')
Θεὸν γεραίρει στεῖρα τίκτουσα ξένως.
ἈρχὴἍγιος εἶΚύριεκαὶ σὲ ὑμνεῖ τὸ πνεῦμά μου.
Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳὑψώθη κέρας μου ἐν Θεῷ μουἐπλατύνθη ἐπἐχθρούς μου τὸ στόμα μουεὐφράνθην ἐν σωτηρίῳ σου.
Ὅτι οὐκ ἔστιν ἅγιοςὡς ὁ Κύριοςκαὶ οὐκ ἔστι δίκαιοςὡς ὁ Θεὸς ἡμῶνκαὶ οὐκ ἔστιν ἅγιος πλήν σου.
Μὴ καυχᾶσθε καὶ μὴ λαλεῖτε ὑψηλὰ εἰς ὑπεροχήνμηδὲ ἐξελθέτω μεγαλορρημοσύνη ἐκ τοῦ στόματος ὑμῶν.
Ὅτι Θεὸς γνώσεων Κύριοςκαὶ Θεὸς ἑτοιμάζων ἐπιτηδεύματα αὐτοῦ.
Τόξον δυνατῶν ἠσθένησεκαὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν.
Πλήρεις ἄρτων ἠλαττώθησανκαὶ οἱ πεινῶντες παρῆκαν γῆνὅτι στεῖρα ἔτεκεν ἑπτάκαὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε.
Κύριος θανατοῖ καὶ ζωογονεῖκατάγει εἰς ᾅδου καὶ ἀνάγει.
Κύριος πτωχίζει καὶ πλουτίζειταπεινοῖ καὶ ἀνυψοῖ.
Ἀνιστᾷ ἀπὸ γῆς πένητακαὶ ἀπὸ κοπρίας ἐγείρει πτωχόντοῦ καθίσαι αὐτὸν μετὰ δυναστῶν λαοῦκαὶ θρόνον δόξης κατακληρονομῶν αὐτοῖς.
Εἰς στίχους η
Διδοὺς εὐχὴν τῷ εὐχομένῳκαὶ εὐλόγησεν ἔτη δικαίου.
Ὅτι οὐκ ἐνισχύει ἐν τῇ ἰσχὺϊ αὐτοῦδυνατὸς ἀνὴρ Κύριος ἀσθενῆ ποιήσει τὸν ἀντίδικον αὐτοῦΚύριος ἅγιος.
Εἰς στίχους ς
Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦκαὶ μὴ καυχάσθω ὁ δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦκαὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ,.
Ἀλλἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενοςἐν τῷ συνιεῖν καὶ γινώσκειν τὸν Κύριονκαὶ ποιεῖν κρῖμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς.
Εἰς Στίχους δ
ΤέλοςΚύριος ἀνέβη εἰς οὐρανούςκαὶ ἑβρόντησεναὐτὸς κρινεῖ ἄκρα γῆςδίκαιος ὢν.
Καὶ δώσει ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶνκαὶ ὑψώσει κέρας χριστῶν αὐτοῦ.
Δόξα... Καὶ νῦν...

ὨΔΗ ΤΕΤΑΡΤΗ
ΠΡΟΣΕΥΧΗ ΑΒΒΑΚΟΥΜ τοῦ ΠΡΟΦΗΤΟΥ

(Κεφγ', Ι)
Τὴν τοῦ Λόγου κένωσιν Ἀββακούμφράσον.
ἈρχὴΔόξα τῇ δυνάμει σουΚύριε.
Κύριεεἰσακήκοα τὴν ἀκοήν σουκαὶ ἐφοβήθηνΚύριεκατενόησα τὰ ἔργα σουκαὶ ἐξέστηνἘν μέσῳ δύο ζώων γνωσθήσῃἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇἐλέους μνησθήσῃ.
Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξεικαὶ ὁ Ἅγιος ἐξ ὄρους κατασκίου δασέος.
Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦκαὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ.
Καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσταικέρατα ἐν χερσὶν αὐτοῦκαὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ.
Πρὸ προσώπου αὐτοῦ πορεύσεται λόγοςκαὶ ἐξελεύσεται εἰς παιδείαν κατὰ πόδας αὐτοῦ.
Ἔστηκαὶ ἐσαλεύθη ἡ γῆἐπέβλεψεκαὶ ἐτάκη ἔθνη.
Διεθρύβη τὰ ὄρη βίᾳἐτάκησαν βουνοὶ αἰώνιοιπορείας αἰωνίους αὐτοῦ ἀντὶ κόπων εἶδονΣκηνώματα Αἰθιόπωνπτοηθήσονται καὶ αἱ σκηναὶ γῆς Μαδιάμ.
Μὴ ἐν ποταμοῖς ὠργίσθηςΚύριεμὴ ἐν ποταμοῖς ὁ θυμὸς σουἢ ἐν θαλάσσῃ τὸ ὅρμημά σουὅτι ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σουκαὶ ἡ ἱππασία σου σωτηρία.
Ἐντείνων ἐντενεῖς τὸ τόξον σου ἐπὶ σκῆπτραλέγει Κύριοςποταμῶν ῥαγήσεται γῆ.
Ὄψονταί σε καὶ ὠδινήσουσι λαοίσκορπίζων ὕδατα πορείαςἔδωκεν ἡ ἄβυσσος φωνὴν αὐτῆςὕψος φαντασίας αὐτῆς.

Ἐπήρθη ὁ ἥλιοςκαὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆςεἰς φῶς βολίδες σου πορεύσονταιεἰς φέγγος ἀστραπῆς ὅπλων σου.
Ἐν ἀπειλῇ ὀλιγώσεις γῆνκαὶ ἐν θυμῷ πατάξεις ἔθνη.
Ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σουτοῦ σῶσαι τὸν χριστόν σου ἐλήλυθαςἔβαλες εἰς κεφαλὰς ἀνόμων θάνατονἐξήγειρας δεσμοὺς ἕως τραχήλου εἰς τέλος.

Διέκοψας ἐν ἐκστάσει κεφαλὰς δυναστῶνσεισθήσονται ἐν αὐτοῖςδιανοίξουσι χαλινοὺς αὐτῶνὡς ὁ ἐσθίων πτωχὸς λάθρᾳ.
Καὶ ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σουταράσσοντας ὕδατα πολλά.
Ἐφυλαξάμηνκαὶ ἐπτοήθη ἡ καρδία μουἀπὸ φωνῆς προσευχῆς χειλέων μουκαὶ εἰσῆλθε τρόμος εἰς τὰ ὀστᾶ μουκαὶ ἐν ἐμοὶ ἐταράχθη ἡ ἰσχύς μου.

Ἀναπαύσομαι ἐν ἡμέρᾳ θλίψεώς μουτοῦ ἀναβῆναί με εἰς λαὸν παροικίας μου.

Εἰς στίχους η

Διότι συκῆ οὐ καρποφορήσεικαὶ οὐκ ἔσται γεννήματα ἐν ταῖς ἀμπέλοιςΨεύσεται ἔργον ἐλαίαςκαὶ τὰ πεδία οὐ ποιήσει βρῶσιν.
Εἰς στίχους ς
Ἐξέλιπον ἀπὸ βρώσεως πρόβατακαὶ οὐχ ὑπάρξουσι βόες ἐπὶ φάτναιςἘγὼ δὲ ἐν τῷ Κυρίῳ ἀγαλλιάσομαιχαρήσομαι ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μουΕἰς Στίχους δ

ΤέλοςΚύριος ὁ Θεός μου δύναμίς μουκαὶ τάξει τοὺς πόδας μου εἰς συντέλειανΚαὶ ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ μετοῦ νικῆσαί με ἐν τῇ ᾠδῇ αὐτοῦ.
Δόξα... Καὶ νῦν...

ὨΔΗ ΠΕΜΠΤΗ
ΠΡΟΣΕΥΧΗ ΗΣΑΪΟΥ τοῦ ΠΡΟΦΗΤΟΥ

(Κεφκς', 9)
Ἡσαΐου πρόρρησιςεὐχὴ τὸ πλέον.
ἈρχὴΚύριεὁ Θεὸς ἡμῶνεἰρήνην δὸς ἡμῖν.
Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέὁ Θεόςδιότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆςΔικαιοσύνην μάθετεοἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.
Πέπαυται γὰρ ὁ ἀσεβήςπᾶς ὃς οὐ μὴ μάθῃ δικαιοσύνην ἐπὶ τῆς γῆςἀλήθειαν οὐ μὴ ποιήσῃἀρθήτω ὁ ἀσεβήςἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου.
Κύριεὑψηλός σου ὁ βραχίωνκαὶ οὐκ ᾔδεισανγνόντες δέαἰσχυνθήτωσαν.
Ζῆλος λήψεται λαὸν ἀπαίδευτονκαὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται.
Κύριεὁ Θεὸς ἡμῶνεἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν.
Κύριεὁ Θεὸς ἡμῶνκτῆσαι ἡμᾶςΚύριεἐκτός σου ἄλλον οὐκ οἴδαμεντὸ ὄνομα σου ὀνομάζομεν.
Οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσινοὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσουσιδιὰ τοῦτο ἐπήγαγες καὶ ἀπώλεσαςκαὶ ἤρας πᾶν ἄρσεν αὐτῶν.
Εἰς στίχους η
Πρόσθες αὐτοῖς κακάΚύριεπρόσθες αὐτοῖς κακὰ τοῖς ἐνδόξοις τῆς γῆς.
Κύριεἐν θλίψει ἐμνήσθημέν σου· ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν.
Εἰς στίχους ς
Καὶ ὡς ἡ ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖνκαὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραγενοὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου.
Διὰ τὸν φόβον σουΚύριεἐν γαστρὶ ἐλάβομενκαὶ ὠδινήσαμενκαὶ ἐτέκομεν πνεῦμα σωτηρίαςὃ ἐποιήσαμεν ἐπὶ τῆς γῆς.
Εἰς Στίχους δ
ΤέλοςΟὐ πεσούμεθαἀλλὰ πεσοῦνται οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.
Ἀναστήσονται οἱ νεκροίκαὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοιςκαὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇἩ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστινἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται.
Βάδιζε λαός μουεἴσελθε εἰς τὸ ταμιεῖόν σουἀπόκλεισον τὴν θύραν σουἀποκρύβηθι μικρὸν ὅσον ὅσονἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου.
Δόξα... Καὶ νῦν...

ὨΔΗ ΕΚΤΗ
ΠΡΟΣΕΥΧΗ ΙΩΝΑ τοῦ ΠΡΟΦΗΤΟΥ

(Κεφβ', 2)
Ἐκ θηρὸς ἐκραύγαζεν Ἰωνᾶςλέγων.
ἈρχὴὩς τὸν προφήτην Ἰωνᾶνσῶσον ἡμᾶςΚύριε.
Ἐβόησα ἐν θλίψει μου πρὸς Κύριον τὸν Θεόν μουκαὶ εἰσήκουσέ μουἐκ κοιλίας ᾅδου κραυγῆς μου ἤκουσας φωνῆς μου.
Ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσηςκαὶ ποταμοὶ ἐκύκλωσάν με.
Πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπἐμὲ διῆλθον.
Εἰς στίχους η
Κἀγὼ εἶπον· Ἀπῶσμαι ἐξ ὀφθαλμῶν σουἄρα προσθήσω τοῦ ἐπιβλέψαι με πρὸς ναὸν τὸν ἅγιόν σου;
Περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς μουἄβυσσος ἐκύκλωσέ με ἐσχάτηἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέωνκατέβην εἰς γῆνἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι.
Εἰς στίχους ς
Καὶ ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μουπρὸς σέΚύριεὁ Θεός μου.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὴν ψυχήν μουτοῦ Κυρίου ἐμνήσθηνκαὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου πρὸς ναὸν τὸν ἅγιόν σου.
Εἰς Στίχους δ
ΤέλοςΦυλασσόμενοι μάταια καὶ ψευδῆἔλεον αὐτοῖς ἐγκατέλιπον.
Ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοιὅσα ηὐξάμην ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ Κυρίῳ.
Δόξα... Καὶ νῦν...

ὨΔΗ ΕΒΔΟΜΗ
ΠΡΟΣΕΥΧΗ τῶν ΑΓΙΩΝ ΤΡΙΩΝ ΠΑΙΔΩΝ

(ΔανιήλΚεφγ')
Αἶνος φλόγα σβέννυσι τῶν τριῶν Νέων.
ἈρχὴΤῶν Πατέρων καὶ ἡμῶν Θεὸςεὐλογητὸς εἶ.
Εὐλογητὸς εἶΚύριεὁ Θεὸς τῶν Πατέρων ἡμῶνκαὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας.
Ὅτι δίκαιος εἶ ἐπὶ πᾶσινοἷς ἐποίησας ἡμῖνκαὶ πάντα τὰ ἔργα σου ἀληθινάκαὶ εὐθεῖαι αἱ ὁδοί σουκαὶ πᾶσαι αἱ κρίσεις σου ἀληθεῖς.
Καὶ κρίματα ἀληθείας ἐποίησας κατὰ πάνταἃ ἐπήγαγες ἡμῖν καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τῶν Πατέρων ἡμῶν Ἱερουσαλήμὅτι ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες ταῦτα πάντα ἐφἡμᾶςδιὰ τὰς ἁμαρτίας ἡμῶν.
Ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦκαὶ ἐξημάρτομεν ἐν πᾶσικαὶ τῶν ἐντολῶν σου οὐκ ἠκούσαμενοὐδὲ συνετηρήσαμενοὐδὲ ἐποιήσαμενκαθώς ἐνετείλω ἡμῖνἵνα εὖ ἡμῖν γένηται.
Καὶ πάντα ὅσα ἐποίησας ἡμῖνκαὶ πάντα ὅσα ἐπήγαγες ἡμῖνἐν ἀληθινῇ κρίσει ἐποίησαςκαὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἀνόμωνἐχθίστων ἀποστατῶνκαὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν.
Καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα ἡμῶναἰσχύνη καὶ ὄνειδος ἐγενήθημεν τοῖς δούλοις σου καὶ τοῖς σεβομένοις σε.
Μὴ δὴ παραδῴης ἡμᾶς εἰς τέλοςδιὰ τὸ ὄνομά σου τὸ ἅγιονκαὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σουκαὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφἡμῶνδιὰ Ἀβραὰμ τόν ἠγαπημένον ὑπὸ σοῦκαὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σουκαὶ Ἰσραὴλ τὸν ἅγιόν σου.
Οἷς ἐλάλησας πληθῦναι τὸ σπέρμα αὐτῶνὡς τὰ ἄστρα τοῦ οὐρανοῦκαὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης.
ὍτιΔέσποταἑσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη καὶ ἐσμεν ταπεινοὶ ἐν πάσῃ γῇ σήμερονδιὰ τὰς ἁμαρτίας ἡμῶν.
Καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχωνκαὶ προφήτηςκαὶ ἡγούμενοςοὐδὲ ὁλοκαύτωσιςοὐδὲ θυσίαοὐδὲ προσφοράοὐδὲ θυμίαμαοὐ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σουκαὶ εὑρεῖν ἔλεοςἈλλἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν.

Ὡς ἐν ὁλοκαυτώμασι κριῶν καὶ ταύρωνκαὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνωνοὕτω γενέσθω ἡ θυσία ἡμῶν εὐπρόσδεκτος ἐνώπιόν σου σήμερονκαὶ ἐκτελείσθω ὄπισθέν σου· ὅτι αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σέ.
Καὶ νῦν ἐξακολουθοῦμεν ἐν ὅλῃ καρδίᾳκαὶ φοβούμεθά σεκαὶ ζητοῦμεν τὸ πρόσωπόν σουμὴ καταισχύνῃς ἡμᾶςἈλλὰ ποίησον μεθἡμῶν κατὰ τὴν ἐπιείκειάν σουκαὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου.

Ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά σουκαὶ δὸς δόξαν τῷ ὀνόματί σουΚύριε.
Καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου κακάκαὶ καταισχυνθείησαν ἀπὸ πάσης δυναστείαςκαὶ ἡ ἰσχὺς αὐτῶν συντριβείη.
Καὶ γνώτωσαν ὅτι σὺ εἶ ΚύριοςΘεὸς μόνος καὶ ἔνδοξοςἐφὅλην τὴν οἰκουμένην.
Καὶ οὐ διέλιπον οἱ ἐμβαλόντες αὐτοὺς ὑπηρέται τοῦ βασιλέωςκαίοντες τὴν κάμινον νάφθῃ καὶ πίσσῃ καὶ στυππίῳ καὶ κληματίδι.
Καὶ διεχεῖτο ἡ φλὸξ ἐπάνω τῆς καμίνου ἐπὶ πήχεις τεσσαράκοντα ἐννέακαὶ διώδευσεκαὶ ἐνεπύρισεν οὓς εὗρε περὶ τὴν κάμινον τῶν Χαλδαίων.
Ὁ δὲ ἄγγελος Κυρίου συγκατέβη ἅμα τοῖς περὶ τὸν Ἀζαρίαν εἰς τὴν κάμινονκαὶ ἐξετίναξε τὴν φλόγα τοῦ πυρὸς ἐκ τῆς καμίνου.
Καὶ ἐποίησε τὸ μέσον τῆς καμίνου ὡς πνεῦμα δρόσου διασυρίζονκαὶ οὐχ ἥψατο αὐτῶν καθόλου τὸ πῦροὐδὲ ἐλύπησενοὐδὲ παρηνώχλησεν αὐτούς.
Τότε οἱ Τρεῖςὡς ἐξ ἑνὸς στόματοςὕμνουν καὶ εὐλόγουν καὶ ἐδόξαζον τὸν Θεὸν ἐν τῇ καμίνῳλέγοντες·
(Ἡ τῶν Τριῶν ὕμνησιςἣν ᾖδον Νέοι)
Εἰς στίχους η
Εὐλογητὸς εἶΚύριεὁ Θεὸς τῶν Πατέρων ἡμῶνκαὶ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.
Καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης σου τὸ ἅγιοντὸ ὑπερύμνητον καὶ ὑπερυψούμενον εἰς τοὺς αἰῶνας.
Εἰς στίχους ς
Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σουὁ ὑπερύμνητοςκαὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.
Εὐλογημένος εἶ ὁ βλέπων ἀβύσσουςὁ καθήμενος ἐπὶ τῶν Χερουβείμὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.
Εἰς Στίχους δ
ΤέλοςΕὐλογημένος εἶ ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σουὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.
Εὐλογημένος εἶ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.
Δόξα... Καὶ νῦν...

Αἰνοῦμενεὐλογοῦμενκαὶ προσκυνοῦμεν τὸν Κύριον.

ὨΔΗ ΟΓΔΟΗ
ΥΜΝΟΣ τῶν ΑΓΙΩΝ ΤΡΙΩΝ ΠΑΙΔΩΝ

Τὸν Δεσπότην ὕμνησον ἡ κτιστῶν φύσις
.
ἈρχὴΤὸν Κύριον ὑμνεῖτε τὰ ἔργακαὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Εὐλογεῖτεπάντα τὰ ἔργα Κυρίουτὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶναςΕὐλογεῖτεἌγγελοι Κυρίουοὐρανοὶ Κυρίουτὸν Κύριονὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτε ὕδαταπάντα τὰ ὑπεράνω τῶν οὐρανῶνπᾶσαι αἱ δυνάμεις Κυρίουτὸν Κύριονὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτεἥλιος καὶ σελήνηἄστρα τοῦ οὐρανοῦτὸν Κύριονὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτεφῶς καὶ σκότοςνύκτες καὶ ἡμέραιτὸν Κύριονὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτεπᾶς ὄμβρος καὶ δρόσοςπάντα τὰ πνεύματατὸν Κύριονὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Εὐλογεῖτεπὺρ καὶ καῦμαψῦχος καὶ καύσωντὸν Κύριονὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτεδρόσοι καὶ νιφετοίπάγοι καὶ ψῦχοςτὸν Κύριονὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτεπάχναι καὶ χιόνεςἀστραπαὶ καὶ νεφέλαιτὸν Κύριονὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτεγῆὄρη καὶ βουνοίκαὶ πάντα τὰ φυόμενα ἐν αὐτῇτὸν Κύριονὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτεπηγαίθάλασσα καὶ ποταμοίκήτηκαὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασιτὸν Κύριονὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εἰς στίχους η
Εὐλογεῖτεπάντα τὰ πετεινὰ τοῦ οὐρανοῦτὰ θηρία καὶ πάντα τὰ κτήνητὸν Κύριονὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτευἱοὶ τῶν ἀνθρώπωνεὐλογείτω Ἰσραήλτὸν Κύριονὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εἰς στίχους ς
ΕὐλογεῖτεἹερεῖς Κυρίουδοῦλοι Κυρίουτὸν Κύριονὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογεῖτεπνεύματα καὶ ψυχαὶ Δικαίωνὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳτὸν Κύριονὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εἰς Στίχους δ
ΕὐλογεῖτεἈνανίαἈζαρία καὶ Μισαήλτὸν Κύριονὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
ΕὐλογεῖτεἈπόστολοιΠροφῆταικαὶ Μάρτυρες Κυρίουτὸν Κύριονὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εὐλογοῦμεν ΠατέραΥἱόνκαὶ Ἅγιον Πνεῦματὸν Κύριονὑμνοῦμεν καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας.
Αἰνοῦμενεὐλογοῦμενκαὶ προσκυνοῦμεν τὸν Κύριονὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας.
Δόξα... Καὶ νῦν...

Ὁ ἹερεύςΤὴν Θεοτόκον καὶ Μητέρα τοῦ Φωτόςἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν.
Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριονκαὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μουΤὴν Τιμιωτέραν τῶν Χερουβείμκαὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμτὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαντὴν ὄντως Θεοτόκονσὲ μεγαλύνομεν.
Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί,
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ...
Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατόςκαὶ ἅγιον τὸ ὄνομα αὐτοῦκαὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεάνκαὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ...
Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦδιεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ...
Καθεῖλε δυνάστας ἀπὸ θρόνωνκαὶ ὕψωσε ταπεινούςπεινῶντας ἐνέπλησεν ἀγαθῶνκαὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ...
Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦμνησθῆναι ἐλέουςκαθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶντῷ Ἀβραάμκαὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

ὨΔΗ ΕΝΑΤΗ
ὨΔΗ τῆς ΘΕΟΤΟΚΟΥ

(Ἐκ τοῦ κατὰ ΛουκᾶνΚεφα', 47-55)
Τὸν Υἱὸν ὑμνεῖ καὶ ΘεόνΜήτηρ Κόρη.

Τὴν Θεοτόκον ἐν ὕμνοις μεγαλύνωμεν.

Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριονκαὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μουὍτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατόςκαὶ ἅγιον τὸ ὄνομα αὐτοῦκαί το ἔλεος αὐτοῦ εἰς γενεάνκαὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Ἐποίησε Κράτος ἐν βραχίονι αὐτοῦδιεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶνΚαθεῖλε δυνάστας ἀπὸ θρόνωνκαὶ ὕψωσε ταπεινούςπεινῶντας ἐνέπλησεν ἀγαθῶνκαὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦμνησθῆναι ἐλέουςκαθὼς ἐλάλησε πρὸς τοὺς Πατέρας ἡμῶντῷ Ἀβραάμκαὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

ΠΡΟΣΕΥΧΗ ΖΑΧΑΡΙΟΥ
ΤΟΥ ΠΑΤΡΟΣ τοῦ ΠΡΟΔΡΟΜΟΥ

(ΛουκΚεφα' 68)
ἈρχὴὉ Ζαχαρίας εὐλογεῖ παιδὸς τόκον.
Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦΚαὶ ἤγειρε κέρας σωτηρίας ἡμῖνἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ.
Καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίωντῶν ἀπ ́ αἰῶνος Προφητῶν αὐτοῦ.
Σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶνκαὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς.
Ποιῆσαι ἔλεος μετὰ τῶν Πατέρων ἡμῶνκαὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ.
Εἰς στίχους η
Ὅρκονὃν ὤμοσε πρὸς Ἀβραὰμ τόν πατέρα ἡμῶντοῦ δοῦναι ἡμῖν ἀφόβωςἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας.
Λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦπάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶνΕἰς στίχους ς
Καὶ σύΠαιδίονΠροφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ.
Τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦἐν ἀφέσει ἁμαρτιῶν αὐτῶνδιὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν.
Εἰς Στίχους δ
Ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψουςἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις.
Τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.
Δόξα... Καὶ νῦν...