εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ᾿ ἡμῶν; ~ Προς Ρωμαίους 8:31

Στώμεν καλώς, στώμεν μετά φόβου Θεού. Άγιος, Άγιος, Άγιος Κύριος Σαβαώθ· πλήρης ο ουρανός και η γη της Δόξης Σου. Ωσαννά εν τοις Υψίστοις· Ευλογημένος ο Ερχόμενος εν Ονόματι Κυρίου.

Τα γεγονότα της Μεγάλης Εβδομάδας - Τα Πάθη του Χριστού και η Ανάσταση Του - Κάνε κλικ στην εικόνα

Αναζήτηση αυτού του ιστολογίου

Κυριακή 24 Απριλίου 2022

ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ!!!

  

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

Ἀνάστασιν Χριστοῦ θεασάμενοι,
προσκυνήσωμεν Ἅγιον, Κύριον,
Ἰησοῦν τὸν μόνον Ἀναμάρτητον.
Τὸν Σταυρόν Σου Χριστὲ προσκυνοῦμεν
καὶ τὴν Ἁγίαν Σου Ἀνάστασιν
ὑμνοῦμεν καὶ δοξάζομεν·
σὺ γὰρ εἶ Θεὸς ἡμῶν,
ἐκτὸς Σοῦ ἄλλον οὐκ οἴδαμεν,
τὸ ὄνομά Σου ὀνομάζομεν.
Δεῦτε πάντες οἱ πιστοί,
προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ Ἁγίαν Ἀνάστασιν·
ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ
χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ.
Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον,
ὑμνοῦμεν τὴν Ἀνάστασιν Αὐτοῦ·
Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς,
θανάτῳ θάνατον ὤλεσεν.

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.