Κατά Λουκάν Ευαγγέλιο - Της αλειψάσης τον Κύριον μύρω
ΚΕΦΑΛΑΙΟΝ Ζ
36 Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ’ αὐτοῦ· καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦ Φαρισαίου ἀνεκλίθη. 37 καὶ ἰδοὺ γυνὴ ἐν τῇ πόλει ἥτις ἦν ἁμαρτωλός, καὶ ἐπιγνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου 38 καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμασσε, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφε τῷ μύρῳ. 39 ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων· οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστι. 40 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν, ὁ δέ φησι· διδάσκαλε, εἰπέ. 41 δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι. ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. 42 μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο· τίς οὖν αὐτῶν, εἰπέ, πλεῖον αὐτὸν ἀγαπήσει; 43 ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν· ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῷ· ὀρθῶς ἔκρινας. 44 καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμαξε. 45 φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ’ ἧς εἰσῆλθεν οὐ διέλιπε καταφιλοῦσά μου τοὺς πόδας. 46 ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψέ μου τοὺς πόδας. 47 οὗ χάριν λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησε πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. 48 εἶπε δὲ αὐτῇ· ἀφέωνταί σου αἱ ἁμαρτίαι. 49 καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; 50 εἶπε δὲ πρὸς τὴν γυναῖκα· ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.
(Μτ 26:6-13· Ιω 12:3-8)
Λειτουργικά Κείμενα
Ἀπολυτίκιον
Ἦχος πλ. δ'.
Ἰδοὺ ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός, καὶ μακάριος ὁ δοῦλος, ὃν εὑρήσει γρηγοροῦντα, ἀνάξιος δὲ πάλιν, ὃν εὑρήσει ῥαθυμοῦντα. Βλέπε οὖν ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθής, ἵνα μῄ τῷ θανάτῳ παραδοθῇς, καὶ τῆς βασιλείας ἔξω κλεισθῇς, ἀλλὰ ἀνάνηψον κράζουσα· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.
(Μετάφραση Ανδρέας Θεοδώρου)
Να, ὁ Νυμφίος ἔρχεται στὸ μέσο τῆς νύχτας, κι εὐτυχισμένος θὰ εἶναι ὁ δοῦλος ποὺ θὰ τὸν βρεῖ (ὁ Νυμφίος) ξάγρυπνο νὰ τὸν περιμένει· ἀνάξιος ὅμως πάλι θὰ εἶναι ἐκεῖνος, ποὺ θὰ τὸν βρεῖ ράθυμο καὶ ἀπροετοίμαστο. Βλέπε, λοιπόν, ψυχή μου νὰ μὴ βυθιστεῖς στὸν πνευματικὸ ὕπνο, γιὰ νὰ μὴν παραδοθεῖς στὸ θάνατο (τῆς ἁμαρτίας) καὶ νὰ μείνεις ἔξω τῆς βασιλείας τοῦ Θεοῦ. Ἀλλὰ ἀνάνηψε κράζοντας· Ἅγιος, ἅγιος, ἅγιος εἶσαι ἐσὺ ὁ Θεὸς· σῶσε μας διὰ τῆς προστασίας τῶν ἐπουρανίων ἀσωμάτων δυνάμεων (τῶν Ἀγγέλων).
Κοντάκιον
Ἦχος δ'. Ὁ ὑψωθεὶς.
Ὑπὲρ τὴν Πόρνην Ἀγαθὲ ἀνομήσας, δακρύων ὄμβρους οὐδαμῶς σοι προσῆξα, ἀλλὰ σιγῇ δεόμενος προσπίπτω σοι, πόθῳ ἀσπαζόμενος, τοὺς ἀχράντους σου πόδας, ὅπως μοι τὴν ἄφεσιν, ὡς Δεσπότης παράσχῃς, τῶν ὀφλημάτων κράζοντι Σωτήρ. Ἐκ τοῦ βορβόρου τῶν ἔργων μου ῥῦσαί με.
(Μετάφραση Ανδρέας Θεοδώρου)
Ἀγαθὲ Κύριε, ἂν καὶ ἁμάρτησα πιὸ πολὺ ἀπὸ τὴν πόρνη ὅμως δέ σοῦ πρόσφερα (ὅπως ἐκείνη) βροχὴ δακρύων μετανοίας· ἀλλὰ πέφτω στὰ πόδια σου, σιωπηλὰ δεόμενος καὶ ἀσπαζόμενος τὰ ὁλοκάθαρα πόδια σου, νὰ μοῦ χορηγήσεις συγχώρηση τῶν πταισμάτων μου, κράζοντας Σωτῆρα μου: Λύτρωσέ με ἀπὸ τὸν ἠθικὸ βόρβορο τῶν ἁμαρτημάτων μου καὶ σῶσε με.
Ὁ Οἶκος
Ἡ πρῴην ἄσωτος Γυνή, ἐξαίφνης σώφρων ὤφθη, μισήσασα τὰ ἔργα, τῆς αἰσχρᾶς ἁμαρτίας, καὶ ἡδονὰς τοῦ σώματος, διενθυμουμένη τὴν αἰσχύνην τὴν πολλήν, καὶ κρίσιν τῆς κολάσεως, ἣν ὑποστῶσι πόρνοι καὶ ἄσωτοι, ὧν περ πρῶτος πέλω, καὶ πτοοῦμαι, ἀλλ' ἐμμένω τῇ φαύλῃ συνηθείᾳ ὁ ἄφρων, ἡ Πόρνη δὲ γυνή, καὶ πτοηθεῖσα, καὶ σπουδάσασα ταχύ, ἦλθε βοῶσα πρὸς τὸν Λυτρωτήν· Φιλάνθρωπε καὶ οἰκτίρμον, ἐκ τοῦ βορβόρου τῶν ἔργων μου ῥῦσαί με.
Κάθισμα
Ἦχος γ'. Τὴν ὡραιότητα.
Πόρνη προσῆλθέ σοι, μύρα σὺν δάκρυσι, κατακενοῦσά σου ποσὶ Φιλάνθρωπε, καὶ δυσωδίας τῶν κακῶν, λυτροῦται τῇ κελεύσει σου, πνέων δὲ τὴν χάριν σου, μαθητής ὁ ἀχάριστος, ταύτην ἀποβάλλεται, καὶ βορβόρῳ συμφύρεται, φιλαργυρίᾳ ἀπεμπολῶν σε. Δόξα Χριστὲ τῇ εὐσπλαγχνίᾳ σου.
(Μετάφραση Ανδρέας Θεοδώρου)
Μιὰ πόρνη γυναίκα σὲ πλησίασε, φιλάνθρωπε Κύριε, καὶ ἄδειασε στὰ πόδια σου ἀρώματα ἀνακατεμένα μὲ δάκρυα. Καὶ τὴ στιγμὴ ἐκείνη λυτρώθηκε μὲ τὸ πρόσταγμά σου ἀπὸ τὴ δυσωδία τῶν ἁμαρτημάτων της. Ἀντίθετα ὁ Ἰούδας, ὁ ἀχάριστος μαθητής, ἂν καὶ ἀνέπνεε τὴν εὐωδία της χάριτός σου, ἀπέβαλε αὐτὴ καὶ ἀναμίχτηκε μὲ τὴν ἀναθυμίαση τοῦ βορβόρου τῆς ἁμαρτίας, πουλώντας σε ἀπὸ φιλαργυρία. Δόξα, Χριστέ, στὴν εὐσπλαχνία σου!
Έτερον Κάθισμα
Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ἰούδας ὁ δόλιος, φιλαργυρίας ἐρῶν, προδοῦναί σε Κύριε, τὸν θησαυρὸν τῆς ζωῆς, δολίως ἐμελέτησεν. Ὅθεν καὶ παροινήσας, τρέχει πρὸς Ἰουδαίους, λέγει τοῖς παρανόμοις. Τί μοι θέλετε δοῦναι, κᾀγὼ παραδώσω ὑμῖν, εἰς τὸ σταυρῶσαι αὐτόν;
Έτερον Κάθισμα
Ἦχος α'. Τὸν τάφον σου Σωτὴρ.
Ἡ Πόρνη ἐν κλαυθμῷ, ἀνεβόα οἰκτίρμον, ἐκμάσσουσα θερμῶς, τοὺς ἀχράντους σου πόδας, θριξὶ τῆς κεφαλῆς αὐτῆς, καὶ ἐκ βάθους στενάζουσα. Μὴ ἀπώσῃ με, μηδὲ βδελύξῃ Θεέ μου, ἀλλὰ δέξαι με, μετανοοῦσαν, καὶ σῶσον, ὡς μόνος φιλάνθρωπος.