εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ᾿ ἡμῶν; ~ Προς Ρωμαίους 8:31

Στώμεν καλώς, στώμεν μετά φόβου Θεού. Άγιος, Άγιος, Άγιος Κύριος Σαβαώθ· πλήρης ο ουρανός και η γη της Δόξης Σου. Ωσαννά εν τοις Υψίστοις· Ευλογημένος ο Ερχόμενος εν Ονόματι Κυρίου.

Τα γεγονότα της Μεγάλης Εβδομάδας - Τα Πάθη του Χριστού και η Ανάσταση Του - Κάνε κλικ στην εικόνα

Αναζήτηση αυτού του ιστολογίου

Πέμπτη 24 Ιουνίου 2021

Θεοτοκία τα Δογματικά

 

Ἦχος α´. Ἐν τῷ Μικρῷ Ἑσπερινῷ.

Παρθενικὴ πανήγυρις σήµερον, ἀδελφοί· σκιρτάτω ἡ κτίσις, χορευέτω ἡ ἀνθρωπότης· συνεκάλεσε γὰρ ἡµᾶς ἡ ἁγία Θεοτόκος, τὸ ἀµόλυντον κειµήλιον τῆς παρθενίας,

ὁ λογικὸς τοῦ δευτέρου Ἀδὰµ Παράδεισος, τὸ ἐργαστήριον τῆς ἑνώσεως τῶν δύο φύσεων, ἡ πανήγυρις τοῦ σωτηρίου συναλλάγµατος, ἡ παστάς, ἐν ᾗ ὁ Λόγος ἐνυµφεύσατο τὴν σάρκα, ἡ ὄντως κούφη νεφέλη, ἡ τὸν ἐπὶ τῶν Χερουβὶµ µετὰ σώµατος βαστάσασα. Ταῖς αὐτῆς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡµῶν.

Εἰς τὸν Στίχον.

Νεφέλην σε φωτὸς ἀϊδίου, Παρθένε, ὁ Προφήτης ὠνόµασεν· ἐν σοὶ γὰρ ὡς ὑετὸς ἐπὶ πόκον, καταβὰς ὁ Λόγος τοῦ Πατρός, καὶ ἐκ σοῦ ἀνατείλας, τὸν κόσµον ἐφώτισε, τὴν πλάνην κατήργησε, Χριστὸς ὁ Θεὸς ἡµῶν. Αὐτὸν ἱκετεύουσα ἐκτενῶς, Παναγία, δεόµεθα, µὴ παύσῃ ὑπὲρ ἡµῶν, τῶν ἀληθῆ Θεοτόκον ὁµολογούντων σε.

Ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ.

Τὴν παγκόσµιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑµνήσωµεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωµάτων τὸ ᾆσµα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισµα· αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ µεσότειχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ Βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρµαχον ἔχοµεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γὰρ αὐτὸς πολεµήσει τοὺς ἐχθρούς, ὡς παντοδύναµος.

Ἦχος β´. Ἐν τῷ Μικρῷ Ἑσπερινῷ.

Ὢ τοῦ µεγίστου µυστηρίου! βλέπων τὰ θαύµατα, ἀνακηρύττω τὴν Θεότητα, οὐκ ἀρνοῦµαι τὴν ἀνθρωπότητα· ὁ γὰρ Ἐµµανουήλ, φύσεως µὲν πύλας ἤνοιξεν, ὡς φιλάνθρωπος· παρθενίας δὲ κλεῖθρα οὐ διέῤῥηξεν, ὡς Θεός· ἀλλ᾿ οὕτως ἐκ µήτρας προῆλθεν, ὡς δι᾿ ἀκοῆς εἰσῆλθεν· οὕτως ἐσαρκώθη, ὡς συνελήφθη· ἀπαθῶς εἰσῆλθεν, ἀφράστως ἐξῆλθε, κατὰ τὸν Προφήτην τὸν λέγοντα· Αὕτη ἡ πύλη κεκλεισµένη ἔσται, οὐδεὶς οὐ µὴ διέλθῃ δι᾿ αὐτῆς, εἰ µὴ µόνος Κύριος ὁ Θεὸς Ἰσραήλ, ὁ ἔχων τὸ µέγα ἔλεος.

Εἰς τὸν Στίχον.

Τίς σε κατ᾿ ἀξίαν ἐπαινέσει, καὶ µακαρίσει Κόρη θεόνυµφε, ὑπὲρ τῆς διὰ σοῦ γεγονυίας τῷ κόσµῳ ἀπολυτρώσεως; εὐχαριστοῦντες οὖν κραυγάζοµέν σοι λέγοντες· Χαῖρε ἡ τὸν Ἀδὰµ θεώσασα, καὶ τὰ διεστῶτα συνάψασα. Χαῖρε ἡ φωτίσασα τὸ γένος ἡµῶν, τῇ φωτοφόρῳ ἀναστάσει τοῦ Υἱοῦ σου καὶ Θεοῦ ἡµῶν· σὲ γὰρ Χριστιανῶν τὸ γένος, ἀπαύστως µεγαλύνοµεν.

Ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ.

Παρῆλθεν ἡ σκιὰ τοῦ νόµου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγοµένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔµεινας· ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡµῶν.

Ἦχος γ´. Ἐν τῷ Μικρῷ Ἑσπερινῷ.

Μέγιστον θαῦµα! παρθένος τεκοῦσα, καὶ τὸ τεχθέν, Θεὸς πρὸ αἰώνων· προφανεὶς ὁ τόκος, καὶ τὸ τελούµενον ὑπὲρ φύσιν. Ὢ µυστηρίου φρικώδους! ὃ καὶ νοούµενον, ἄφραστον µένει, καὶ θεωρούµενον, οὐ καταλαµβάνεται. Μακαρία σὺ εἶ ἄχραντε Κόρη, Ἀδὰµ τοῦ γηγενοῦς θυγάτηρ, καὶ Θεοῦ τοῦ Ὑψίστου φανεῖσα µήτηρ· αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡµῶν.

Εἰς τὸν Στίχον.

Ἀνάπλασιν καὶ ζωήν, διὰ σοῦ δευτέραν γινώσκοµεν, ἄχραντε Μαρία, τῆς ἀνθρωπίνης φύσεως, ἐν τῇ γαστρί σου φυραθέντα τὸν Κτίστην τῆς κτίσεως, καὶ ἀναστήσαντα ἡµᾶς, ἐκ τοῦ ᾅδου, καὶ τοῦ θανάτου, καὶ ζωὴν αἰώνιον παρεσχηκότα ἡµῖν, τοῦ βοᾶν σοι Ἀειπάρθενε· Χαῖρε ἡ συνάψασα τὰ κάτω τοῖς ἐπουρανίοις· Χαῖρε ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, καὶ προστασία καὶ ἀντίληψις· Χαῖρε ἡ τῇ ἀναστάσει τοῦ Υἱοῦ σου, φαιδρύνουσα τὰ σύµπαντα, καὶ παρέχουσα τῷ κόσµῳ τὸ µέγα ἔλεος.

Ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ.

Πῶς µὴ θαυµάσωµεν, τὸν θεανδρικόν σου τόκον πανσεβάσµιε; πεῖραν γὰρ ἀνδρὸς µὴ δεξαµένη Πανάµωµε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα ἀµήτορα, µηδαµῶς ὑποµείναντα τροπήν, ἢ φυρµόν, ἢ διαίρεσιν, ἀλλ᾿ ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σώαν φυλάξαντα. Διό, µητροπάρθενε Δέσποινα, αὐτὸν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁµολογούντων σε.

Ἦχος δ´. Ἐν τῷ Μικρῷ Ἑσπερινῷ.

Ἀσπόρως συνέλαβες, καὶ ἐκύησας ἀφράστως, τὸν καθελόντα δυνάστας ἀπὸ θρόνου, καὶ ὑψοῦντα ταπεινούς, καὶ ἐγείροντα κέρας πιστῶν αὐτοῦ, τοὺς δοξάζοντας Χριστοῦ, τὸν Σταυρὸν καὶ τὴν ταφήν, καὶ τὴν ἔνδοξον ἀνάστασιν· διό σε Θεοτόκε, τὴν πρόξενον τῶν τοσούτων ἀγαθῶν, ἀσιγήτοις ἐν ᾠδαῖς µακαρίζοµεν, ὡς πρεσβεύουσαν ἀεί, τοῦ σωθῆναι τὰς ψυχὰς ἡµῶν.

Εἰς τὸν Στίχον.

Ὁ σὺν Πατρὶ καὶ Πνεύµατι δοξολογούµενος Υἱός, ἐν ὑψίστοις ὑπὸ τῶν Σεραφίµ, τὸν πρωτόπλαστον ἀναπλάσαι βουλόµενος, ὅλον ἑαυτὸν ἐκένωσεν ἀφράστως ἐν µήτρᾳ σου, Θεοτόκε πανύµνητε, καὶ ἐκ σοῦ ἀνατείλας, ἐφώτισε πάντα τὸν κόσµον θεότητι, ῥυσάµενος εἰδωλοµανίας· καὶ ἐν ἑαυτῷ θεώσας, εἰς οὐρανοὺς ἀνήγαγε τὸ ἀνθρώπινον, Χριστὸς ὁ Θεὸς καὶ Σωτὴρ τῶν ψυχῶν ἡµῶν.

Ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ.

Ὁ διὰ σὲ θεοπάτωρ προφήτης Δαυΐδ, µελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ µεγαλεῖά σοι ποιήσαντι· Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ µητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤµοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήµατι, ταῖς οὐρανίαις συνάψῃ δυνάµεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσµον, Χριστὸς ὁ ἔχων, τὸ µέγα καὶ πλούσιον ἔλεος.

Ἐν τῷ Μικρῷ Ἑσπερινῷ.

Τὴν θεοπρεπῆ καὶ σεβάσµιον Κόρην τιµήσωµεν, τὴν ὑπέρτιµον τῶν Χερουβίµ· ὁ γὰρ Δηµιουργὸς τῶν ὅλων ἐνανθρωπῆσαι βουληθείς, ἐν αὐτῇ ᾤκησεν ἀφράστως. Ὢ ξένων πραγµάτων, καὶ παραδόξων µυστηρίων! τίς οὐκ ἐκπλαγῇ ἐν τούτῳ ἀκουτισθείς, ὅτι Θεὸς ἄνθρωπος γέγονε, καὶ τροπὴ ἐν αὐτῷ οὐχ ὑπῆρξε; καὶ τῆς παρθενίας πύλας διῆλθε, καὶ µείωσις ἐν αὐτῇ οὐχ ὑπελείφθη; καθὼς ὁ Προφήτης λέγει· Ἄνθρωπος ταύτην οὐ διοδεύσει ποτέ, εἰ µὴ µόνος Κύριος ὁ Θεὸς Ἰσραήλ, ὁ ἔχων τὸ µέγα ἔλεος.

Εἰς τὸν Στίχον.

Αἱ περὶ σοῦ προφητεῖαι ἐπληρώθησαν, Παρθένε ἁγνή· ὁ µὲν γάρ σε τῶν προφητῶν, πύλην προηγόρευσεν ἐν Ἐδέµ, βλέπουσαν κατὰ ἀνατολάς, ἐν ᾗ οὐδεὶς διῆλθεν, εἰµὴ ὁ σὸς Πλαστουργός, καὶ τοῦ κόσµου παντός· ὁ δὲ βάτον πυρὶ φλεγοµένην, ὅτι ἐν σοὶ ᾤκησε τὸ πῦρ τῆς θεότητος, καὶ ἄφλεκτον µείνασαν· ἄλλος ὄρος ἅγιον, ἐξ οὗ ἐτµήθη λίθος ὁ ἀκρογωνιαῖος, ἄνευ χειρὸς ἀνθρώπου, καὶ ἐπάταξε τὴν εἰκόνα τοῦ νοητοῦ Ναβουχοδονόσορ. Ἀληθῶς µέγα καὶ παράδοξον, τὸ ἐν σοὶ µυστήριον ὑπάρχει Θεοµῆτορ! διό σε δοξάζοµεν, διὰ σοῦ γὰρ γέγονεν ἡ σωτηρία τῶν ψυχῶν ἡµῶν.

Ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ.

Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάµου νύµφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύµατος· τότε τὸν βυθὸν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος· ἡ θάλασσα µετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔµεινεν ἄβατος· ἡ Ἄµεµπτος µετὰ τὴν κύησιν τοῦ Ἐµµανουήλ, ἔµεινεν ἄφθορος. Ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡµᾶς.

Ἦχος πλ. β´. Ἐν τῷ Μικρῷ Ἑσπερινῷ.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, µακαρίζειν σε τὴν Θεοτόκον· τὴν σὴν γὰρ ἄχραντον ὑποδὺς γαστέρα, ὁ πάντων Δηµιουργός, ἐγένετο σάρξ, οὐ τραπεὶς τὴν φύσιν, οὐδὲ φαντάσας τὴν οἰκονοµίαν, ἀλλὰ τῇ ἐκ σοῦ ληφθείσῃ, λογικῶς ἐµψυχωµένῃ σαρκί, καὶ ἐν αὑτῷ τὸ εἶναι λαβούσῃ, ἑνωθεὶς καθ᾿ ὑπόστασιν· ὅθεν εὐσεβῶς, ἐν δύο φύσεσιν ἐπιδηλουµέναις, τὴν διαφορὰν ποιούµεθα. Αὐτὸν ἱκέτευε σεµνὴ Παναγία, καταπέµψαι ἡµῖν εἰρήνην, καὶ τὸ µέγα ἔλεος.

Εἰς τὸν Στίχον.

Δεῦτε πάντα τὰ ἔθνη, ἐν φωνῇ ἀγαλλιάσεως, τὴν παναγίαν Παρθένον, καὶ Θεοτόκον ἀνευφηµήσωµεν, τῆς ἀνθρωπίνης οὐσίας τὸ χωνευτήριον, τῶν ἀπορρήτων θαυµάτων τὸ ἐργαστήριον· ἐν αὐτῇ γὰρ γέγονε καινά· ὁ ἄναρχος ἄρχεται, ὁ Λόγος παχύνεται, ὁ Θεὸς ἄνθρωπος γίνεται, ἵνα Θεὸν τὸν ἄνθρωπον ἀπεργάσηται, οὐ τροπῇ τῶν φύσεων, ἀλλ᾿ ἑνώσει τῇ καθ᾿ ὑπόστασιν· προέρχεται γὰρ εἷς ἐκ δύο τῶν ἐναντίων, ἐν δυσὶ τελείαις ταῖς φύσεσιν, ἀδιαιρέτως γνωριζόµενος, θεληµατικῶς τε καὶ ἐνεργητικῶς, καθ᾿ ἑκατέραν οὐσίαν, ὁ αὐτὸς τὸ ἀληθὲς πιστούµενος, τῆς σωτηρίου οἰκονοµίας, Χριστὸς ὁ Θεὸς ἡµῶν, ὁ παρέχων τῷ κόσµῳ ἱλασµόν, εἰρήνην, καὶ τὸ µέγα ἔλεος.

Ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ.

Τίς µὴ µακαρίσει σε, παναγία Παρθένε; τίς µὴ ἀνυµνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάµψας Υἱὸς µονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόµενος ἄνθρωπος δι᾿ ἡµᾶς· οὐκ εἰς δυάδα προσώπων τεµνόµενος, ἀλλ᾿ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόµενος. Αὐτὸν ἱκέτευε, σεµνὴ Παµµακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡµῶν.

Ἦχος βαρύς. Ἐν τῷ Μικρῷ Ἑσπερινῷ.

Φρικτὸν καὶ ἄρρητον ὄντως, τὸ ἐπὶ σοὶ πεπραγµένον µυστήριον Ἀµίαντε! Λόγον γὰρ τῶν πάντων αἴτιον, ὑπὲρ αἰτίαν καὶ λόγον, τῷ Ἁγίῳ Πνεύµατι σωµατωθέντα τέτοκας, ἐκ σοῦ τὴν σάρκα ἀνειληφότα, τῆς οἰκείας φύσεως, ἀµεταβλήτου µεινάσης· συνδραµόντων γὰρ ἑκατέρων, αὐθυπάρκτως καθ᾿ ὑπόστασιν ἑνικήν, διπλοῦς τῇ φύσει προέρχεται ὅλος Θεός, καὶ ὅλος ἄνθρωπος, τὴν ἐπ᾿ ἀµφοῖν ὁλότητα, ἐνεργητικοῖς ἰδιώµασιν ἐνδεικνύµενος· πεπονθὼς γὰρ ἐν Σταυρῷ σαρκικῶς, ἀπαθὴς διέµεινεν ὁ αὐτὸς θεϊκῶς· ὥσπερ βροτὸς τεθνηκώς, ἀνεβίω ὡς Θεὸς τριήµερος, τὸ κράτος τοῦ θανάτου καθελών, καὶ φθορᾶς ῥυσάµενος τὸ ἀνθρώπινον. Αὐτὸν ὡς λυτρωτήν, καὶ Σωτῆρα τοῦ γένους ἡµῶν, Θεοµῆτορ αἴτησαι, καταπέµψαι ἡµῖν, τῶν οἰκτιρµῶν αὐτοῦ τὸ µέγα ἔλεος.

Εἰς τὸν Στίχον.

Ἐκ σοῦ Παναγία Θεοτόκε Παρθένε, ἀφράστως ἐτέχθη Χριστὸς ὁ Θεὸς ἡµῶν, ἀληθῶς ὑπάρχων Θεὸς προαιώνιος, καὶ ἄνθρωπος πρόσφατος· τὸ µέν, ὢν ἀΐδιος, τὸ δέ, δι᾿ ἡµᾶς γενόµενος· σώζει γὰρ ἐν ἑαυτῷ, ἑκατέρας φύσεως τὴν ἰδιότητα· τὴν µέν, διαλάµπων θαύµασι, τὴν δέ, πιστούµενος πάθεσιν· ὅθεν εἷς καὶ ὁ αὐτός, καὶ θνήσκει ὡς ἄνθρωπος, καὶ ὡς Θεὸς ἀνίσταται· ὃν ἱκέτευε σεµνὴ Ἀπειρόγαµε, σωθῆναι τὰς ψυχὰς ἡµῶν. Ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ. Μήτηρ µὲν ἐγνώσθης, ὑπὲρ φύσιν Θεοτόκε, ἔµεινας δὲ παρθένος, ὑπὲρ λόγον καὶ ἔννοιαν· καὶ τὸ θαῦµα τοῦ τόκου σου, ἑρµηνεῦσαι γλῶσσα οὐ δύναται· παραδόξου γὰρ οὔσης τῆς συλλήψεως Ἁγνή, ἀκατάληπτός ἐστιν ὁ τρόπος τῆς κυήσεως· ὅπου γὰρ βούλεται Θεός, νικᾶται φύσεως τάξις. Διό σε πάντες Μητέρα τοῦ Θεοῦ γινώσκοντες, δεόµεθά σου ἐκτενῶς· πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡµῶν.

Ἦχος πλ. δ´. Ἐν τῷ Μικρῷ Ἑσπερινῷ.

Πῶς µή σε µακαρίσωµεν Θεοτόκε! πῶς δὲ µὴ ἀνυµνήσωµεν ὑπερευλογηµένη, τὸ ἀκατάληπτον µυστήριον τῆς κυοφορίας σου! Τῶν αἰώνων γὰρ ὁ ποιητής, καὶ τῆς ἡµετέρας δηµιουργὸς φύσεως, τὴν ἰδίαν εἰκόνα οἰκτείρας, καθῆκεν ἑαυτὸν εἰς κένωσιν, τὴν ἀνεξιχνίαστον· ὁ ὢν ἐν τοῖς ἀΰλοις κόλποις τοῦ Πατρός, ἐν µήτρᾳ σου Ἁγνὴ κατεσκήνωσε, καὶ σὰρξ ἀτρέπτως ἐγένετο, ἐκ σοῦ Ἀπειρόγαµε· µείνας µέν, ὅπερ ὑπῆρχε, φύσει Θεός, µηδαµῶς δὲ τῆς τοῦ Πατρός, ἐν Πνεύµατι κυβερνητικῆς συγκαθεδρίας, ἐκφοιτήσας, ἀληθῶς ὤφθη παιδίον νέον ἐν ἁγίαις ὠλέναις σου, ἀµώµητον σῶµα ἐξ ἀχράντων αἱµάτων σου, µετὰ ψυχῆς λογικῆς, δεύτερος Ἀδάµ, ὁ Κύριος ἐξ οὐρανοῦ. Διὸ αὐτὸν προσκυνοῦµεν Θεὸν τέλειον, καὶ ἄνθρωπον τέλειον, τὸν αὐτὸν ἐν ἑκατέρᾳ µορφῇ· ἑκατέρα γὰρ φύσις, ἐστὶν ἐν αὐτῷ ἀληθῶς· διπλᾶ δὲ πάντα κηρύττοµεν, τὰ φυσικὰ αὐτοῦ ἰδιώµατα, κατὰ τὴν διπλόην τῶν οὐσιῶν, δύο σέβοντες τὰς ἐνεργείας, καὶ θελήµατα. Ὁµοούσιος γὰρ ὢν τῷ Θεῷ καὶ Πατρί, αὐτεξουσίως θέλει καὶ ἐνεργεῖ ὡς Θεός· ὁµοούσιος δὲ ὢν καὶ ἡµῖν, αὐτεξουσίως θέλει καὶ ἐνεργεῖ ὡς ἄνθρωπος. Αὐτὸν ἱκέτευε, Σεµνὴ παµµακάριστε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡµῶν.

Εἰς τὸν Στίχον.

Ὃν οὐρανὸς οὐκ ἐχώρησε, Παρθένε Θεοτόκε, ἐν γαστρί σου ἀστενοχωρήτως ἐχωρήθη, καὶ ἔµεινας ἁγνή, ἀρρήτῳ λόγῳ, µηδὲν τῆς παρθενίας λυµανθείσης· Σὺ γὰρ µόνη γέγονας ἐν γυναιξί, καὶ µήτηρ καὶ παρθένος· καὶ σὺ µόνη Πάναγνε, ἐγαλούχησας Υἱὸν ζωοδότην, καὶ ἀγκάλαις σου ἐβάστασας, τὸ ἀνύστακτον ὄµµα· ἀλλ᾿ οὐ διέλιπε τοῦ κόλπου τοῦ πατρικοῦ, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων· ἀλλ᾿ ἄνω ὅλως Θεὸς µετὰ Ἀγγέλων, καὶ κάτω ὅλως ἐκ σοῦ µετὰ ἀνθρώπων, καὶ πανταχοῦ ἀνερµηνεύτως. Αὐτὸν ἱκέτευε, Δέσποινα Παναγία, τοῦ σωθῆναι τοὺς ὀρθοδόξως, ὁµολογοῦντάς σε Θεοτόκον ἁγνήν.

Ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ.

Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόµενος, καὶ ἐκ ταύτης προελθών, µετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ᾿ οὐ τὴν ὑπόστασιν· διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁµολογοῦµεν Χριστὸν τὸν Θεὸν ἡµῶν· ὃν ἱκέτευε Μῆτερ ἀνύµφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡµῶν.


Πηγή: http://users.uoa.gr/~nektar/orthodoxy/explanatory/theotokia_dogmatika.htm